Ancient Greek
248.2
Gregorius Nyssenus Theol., Contra Eunomium 248.2
Unproofread scanNot analysed yet
'Ἄλλὰ τοὺς ἐφεξῆς λόγους σκεψώμεθα. Πάντη γὰρ καὶ καθάπαξ ἐστίν εἷς· κατὰ τὰ αὐτὰ τε καὶ ὡσαύτως διαμένων μόνος. Εἰ περὶ τοῦ Πατρὸς λέγει, τοῦτο καὶ ἡμεῖς συνειδόμεθα. Εἰς γὰρ ἐστίν ὡς ἀληθῶς ὁ Πατὴρ, μόνος καὶ πάντη καθάπαξ κατὰ τὰ αὐτὰ τε καὶ ὡσαύτως ἔχων. Καὶ οὐδὲ ποτε ὅπερ ἐστίν, οὔτε μὴ ὤν, οὔτε μὴ ἐσόμενος. Εἰ τούτων πρὸς τὸν Πατέρα βλέπει ἡ τοιαύτη φωνή, μὴ μαχεσθῶ τῷ δόγματι τῆς εὐσεβείας, συμφωνῶν τῇ Ἐκκλησίᾳ κατὰ τοῦτο τὸ μέρος· ὁ γὰρ ὁμολογῶν τὸν Πατέρα πάντοτε καὶ ὡσαύτως ἔχειν, ἕνα καὶ μόνον ὄντα, τὸν τῆς εὐσεβείας κρατύνει λόγον· βλέπων ἐν τῷ Πατρὶ