Ancient Greek
249.2
Gregorius Nyssenus Theol., Contra Eunomium 249.2
Unproofread scanNot analysed yet
Ἀ δὲ τούτοις ἐφεξῆς προστίθησι, ταῦτά ἐστιν. Οὐ κοινωνὸν ἔχων, φησί, τῆς Θεότητος, οὐ μερίτην τῆς δόξης, οὐ σύγκληρον τῆς ἐξουσίας, οὐ σύνθρονον τῆς βασιλείας. Εἰς γὰρ ἐστὶ καὶ μόνος Θεὸς ὁ παντοκράτωρ, Θεὸς θεῶν, Βασιλεύς τῶν βασιλευόντων, Κύριος τῶν κυριευόντων. Οὐκ οἶδα πρὸς τίνα βλέπων ὁ Εὐνόμιος, τὸ μὴ κοινωνεῖν αὐτῷ τῆς Θεότητος τὸν Πατέρα διαμαρτύρεται. Εἰ μὲν γὰρ πρὸς τὰ εἴδωλα τὰ μάταια, καὶ τὴν πεπλασμένην τῶν εἰδωλολατρούντων ὀπληψὶν τὰ τοιαῦτα λέγει, καθὼς καὶ ὁ Παῦλος βοᾷ· οὐκ ἔστιν συμμετροσις Χριστῷ πρὸς Βελιάρ· οὐδὲ κοινωνία τινὶ Θεοῦ μετὰ εἰδώλων, καὶ ἡμεῖς συντιθέμεθα. Εἰ δὲ τὸν μονογενῆ Θεὸν διὰ τῶν λεγομένων τῆς πατρικῆς ἀφο-ρίζει Θεότητος, μαθῆτω ὅτι δίλημμα τὴν τῆς ἀσεβείας αὐτοῦ κατηγορίαν ἐφ᾿ ἑαυτὸ κατασκευάζει· ἢ γὰρ ἀρνείται καθόλου Θεὸν εἶναι τὸν Μονογενῆ Θεοῦ· ἵνα φυλάξῃ τῷ Πατρὶ τὸ ἐν τῇ Θεότητι πρὸς τὸν Υἱὸν ἀκοινωνήτον· καὶ διὰ τοῦτο παραβάτης ἐλέγεται, τὸν Θεὸν τῶν Χριστιανῶν ἀρνησάμενος· ἢ εἰ δοιὴ κάκεινον εἶναι Θεὸν κατὰ τὴν φύσιν τῷ ἀληθινῷ Θεῷ μὴ συμβαίνοντα, ἀνάγκη πᾶσα αὐτὸν Θεοὺς προσαδεῖν, ὁμολογεῖν, τῇ διαφορᾷ τῶν φύσεων ἀπ᾿ ἀλλήλων διεσχημένους. Ἐλέσθω τούτων ὁ βούλεται, ἢ ἀρνεῖσθαι τοῦ Υἱοῦ Θεότητα, ἢ Θεοὺς ἐπισάσθαι τῷ δόγματι· ὅπερ γὰρ ἂν ἐλπίται τούτων, ἴσον ἐστὶν εἰς ἀσέβειαν. Ἠμεῖς γὰρ παρὰ τῶν θεοπνεύστων τῆς Γραφῆς λόγων μυσταγωγοῦμενοι, οὐχὶ κοινωνίαν Θεότητος ὁρῶμεν ἐν Πατρὶ καὶ Υἱῷ, ἀλλ᾿ ἐνότητα· τοῦτο τοῦ Δεσπότου διὰ τῶν ἰδίων λόγων διδάξαντος, ἐν οἷς φησιν, Ἐγὼ καὶ ὁ Πατὴρ ἓν ἐσμέν· καὶ ὅτε Ὀ ὁρῶν μὲ ἐμὲ ὁράτω τὸν Πατέρα. Εἰ γὰρ μὴ τῆς αὐτῆς ἦν φύσεως, πῶς ἂν ἡ ἔσχεν ἐν ἑαυτῷ τὸ ἀλλότριον, ἢ πῶς ἂν ἔδειξεν ἐφ᾿ ἑαυτοῦ τὸ ἀντίοιον, μὴ δεχομένης τῆς ξένης τε καὶ ἀλλοτρίως φύσεως τὸν τοῦ ἑτερογενούς χαρακτῆρα ; Λέγει δὲ ὅτι οὐδὲ μερίτην ἔχει τῆς δόξης. Τοῦτο δὲ ὡς ἔχει λέγει, εἰ καὶ μὴ οἶδεν ὁ λέγει· οὐ γὰρ μερίζεται ὁ Υἱὸς πρὸς τὸν Πατέρα τὴν δόξαν, ἀλλ᾿ ὅλην ἔχει τοῦ Πατρὸς τὴν δόξαν, ὡς καὶ ὁ Πατὴρ πᾶσαν ἔχει τοῦ Υἱοῦ τὴν δόξαν. Οὕτως γὰρ εἶπε πρὸς τὸν Πατέρα, ὅτι· Πάντα τὰ ἐμὰ σά ἐστιν, καὶ τὰ σὰ ἐμὰ. Διὸ καὶ ἐν τῷ καιρῷ τῆς κρίσεως ἐπιφανήσεσθαι ἑαυτὸν φησιν ἐν τῇ δόξῃ τοῦ Πατρός· ὅτε μέλλει ἀποδιδόναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Δεικνύσι δὲ διὰ τῆς φωνῆς ταύτης τὸ ἓν μένον τῆς φύσεως. Ὠς γὰρ ἄλλῃ δόξῃ ἡλίου, καὶ ἄλλῃ δόξῃ σελήνης· διὰ τὸ μὴ συμβαίνειν πρὸς ἀλλήλα