Ancient Greek
249.1
Gregorius Nyssenus Theol., Contra Eunomium 249.1
Unproofread scanNot analysed yet
τὸν Υἱὸν οὐ χωρὶς Πατρὸς οὔτε ἐστίν, οὔτε λέγεται. Εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν Πατέρα Θεὸν ἀναλαλάζει, Ἰουδαῖοις διαλεγέσθω, ἢ τοῖς λεγομένοις ᾿Υψιστινοῖς· ὧν αὕτη ἐστὶν ἡ πρὸς τοὺς Χριστιανούς διαφορὰ· τὸ Θεὸν μὲν αὐτοὺς ὁμολογεῖν εἶναι τινα, δι᾿ ὀνομάζοντας ᾿Υψιστον, ἢ Παντοκράτορα· Πατέρα δὲ αὐτὸν εἶναι μὴ παραδέχεσθαι. Ὀ δὲ Χριστιανὸς, εἰ μὴ τῷ Πατρὶ πιστεύει, Χριστιανὸς οὐκ ἐστίν.