Ancient Greek
251.2
Gregorius Nyssenus Theol., Contra Eunomium 251.2
Unproofread scanNot analysed yet
Ὁρᾶτε τὸ καταγέλαστον καὶ παιδαριώδες τῆς γαμαζήλου ταύτης τῶν δογμάτων ἐκθέσεως. Ἄρα ὁ τὰ σύμπαντα φέρων τῷ ῥήματι τῆς δυνάμεως αὐτοῦ, λέγων τὰ γενέσθαι θέλει, καὶ ποιῶν ἐν τῇ τοῦ προτάγματος δυνάμει ἀ βούλεται, οὐ σύνδρομός ἐστι τῇ βουλῇ αὐτῆς ἡ δύναμις, καὶ μέτρον τῆς δυνάμεως αὐτοῦ τὸ θέλημα γίνεται; Αὐτὸς γάρ, φησίν, εἶπε καὶ ἐγενήθησαν, αὐτὸς ἐνετείλατο καὶ ἐκτίσθησαν· ὁ πάντα δι’ ἑαυτοῦ ποιήσας, καὶ ἐν ἑαυτῷ συστήσας, οὐ χωρὶς τῶν δυντῶν οὐδὲν ὄντε ἔγινετο, οὐδὲ ἐν τῷ εἶναι μένει· οὗτος ἀναμένει ἐκ διαληρώσεως τινος σφεῖν τὴν ἐξουσίαν; Κρίνατε, ὦ ἀκροαταί, εἰ ὁ ταῦτα λέγων ἐν τῷ καθῃρηκότῳ τὴν διάνοιαν ἔχει. Εἷς γάρ ἐστι, φησί, καὶ μόνος Θεὸς παντοκράτωρ. Εἰ μὲν οὖν τὸν Πατέρα διὰ τῆς τοῦ παντοκράτορος προσηγρίας ἐνδείκνυται, ἡμέτερον λέγει τὸν λόγον καὶ οὐχ ἄλλοτριον· εἰ δὲ ἄλλον τινὰ παρὰ τὸν Πατέρα νοεῖ παντοκράτορα, καὶ τὴν περιτομὴν εἰ δοκεῖ κηρύσσετω, ὁ τῶν δογμάτων τῶν Ἰουδαϊκῶν προστάτης. Τῶν γὰρ Χριστιανῶν ἡ πίστις πρὸς τὸν Πατέρα βλέπει. Πάντα δὲ ἐστὶν ὁ Πατήρ. Ὕψιστος, παντοκράτωρ, βασιλεὺς τῶν βασιλευόντων, Κύριος τῶν κυριευόντων, καὶ πάντα ὅσα τῆς ὑψηλῆς ἔχται σημασίας, τοῦ Πατρὸς ἐστὶν ἴδια. Τὰ δὲ τοῦ Πατρὸς, τοῦ Υἱοῦ ἐστι πάντα. Ὅστε τοῦτο ὅτως καὶ ἐν δεχόμεθα. Εἰ δὲ ἀφεὶς τὸν Πατέρα, ἄλλον παντοκράτορα λέγει, τὰ τῶν Ἰουδαίων λέγει, ἢ καὶ τοῖς Πλάτωνος ἐπεταὶ λόγοις. Καὶ γὰρ χάκειν γὰρ τὸν φιλόσοφον λέγειν, εἶναι τινὰ ὑπεράνω πᾶνστην καὶ ποιητὴν ὑποδεηκτότων τινῶν θεῶν. Ὥσπερ οὖν ἐν τοῖς Ἰουδαϊκοῖς καὶ Πλατωνικοῖς δόγμασι ὁ τὸν Πατέρα μὴ παραδεχόμενος, Χριστιανὸς οὐκ ἔστιν, κἂν παντοκράτορά τινα πρεσβευέι ἐπὶ τοῦ δόγματος, οὕτως καὶ ὁ Εὐνόμιος καταψεύδεται τοῦ ὀνόματος, Ἰουδαίζων ἐπὶ τῷ φρονήματι· ἢ τὰ τῶν Ἑλλήνων πρεσβευόντων, τὴν δὲ τῶν Χριστιανῶν προηγορίαν ὑποδύμενος. Ἄλλα καὶ περὶ τῶν κατὰ τὸ ἀκολουθιον ἐκτεθειμένων, ὁ αὐτὸς ἔσται λόγος. Λέγει γάρ, ὅτι Θεὸς θεῶν. Προσθέντες ἡμεῖς τὸ τοῦ Πατρὸς ὄνομα, τὴν φωνὴν οἰκειοῦμεθα, εἰδότες ὅτι ὁ Πατὴρ Θεὸς ἐστι τῶν θεῶν. Τὰ δὲ τοῦ Πατρὸς πάντα, τοῦ Υἱοῦ ἐστι πάντα. Καὶ Κύριος τῶν κυριευόντων· ὁ αὐτὸς καὶ περὶ τούτου λόγος· καὶ Ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. Ὅν γὰρ ἐν τῇ διανοίᾳ λάβῃς, ἐκείνος ὑψίστος ἐπὶ πᾶσαν τὴν γῆν. Ὁμοίως ἀνωθεν τοῖς ἐπιγείοις τῆς ἐπισκοπῆς γινωμένης παρὰ τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος. Ἄλλὰ καὶ τὰ ἐφεξῆς τοῖς εἰρημένοις προσκείμενα· Ὕπιστος ἐν οὐρανοῖς, ὑψιστὸς ἐν ὑψηλοῖς, ἐξουράνιος, ἀληθινὸς ἐν τῷ εἶναι· ὁ ἐστι, καὶ διαμένων· ἀληθινὸς ἐν λόγοις, ἀληθινὸς ἐν ἔργοις· ταῦτ