Ancient Greek
252.1
Gregorius Nyssenus Theol., Contra Eunomium 252.1
Unproofread scanNot analysed yet
A γὰρ πάντα ἐπίσης ἐνορᾷ ὁ τῶν Χριστιανῶν ὀρθάλμὸς ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου. Εἰ δὲ μόνων ἐνὶ τινὶ τῶν ἐν τῇ πίστει παραδοθέντων προσώπων ὁ Εὐνόμιος ταῦτα νέμει· τολμᾷσθαι μὴ ἀληθινὸν εἰπεῖν ἐν λόγοις τὸν εἰπόντα, ὅτι Ἐγώ εἰμι ἡ ἀλήθεια, ἢ τὸ Πνεῦμα τῆς ἀληθείας, ἢ ἀληθινὸν ἐν ἔργοις μὴ συνθέσθαι τῷ ποιούντι κρῖμα καὶ δικαιοσύνην, ἢ τὸ Πνεῦμα τὸ ἐνεργοῦν τὰ πάντα ἐν πᾶσι καθὼς βούλεται· ταῦτα γὰρ εἰ μὴ προσημαρτυρηθῶ τοῖς παραδοθεῖσιν ἐν τῇ πίστει προσώποις, καθόλου τὴν τῶν Χριστιανῶν παραγράφεται πίστιν. Πῶς γὰρ τις πίστεως ἀξίων οἴησεται τὸν ψευδῆ μὲν ἐν τοῖς λόγοις, μὴ ἀληθινὸν δὲ ἐν τοῖς ἔργοις αὐτοῦ;