Ancient Greek
252.3
Gregorius Nyssenus Theol., Contra Eunomium 252.3
Unproofread scanNot analysed yet
C Τέμεν δὲ καὶ οἷα τοῖς εἰρημένοις προστίθησιν. Οὐκ ἐν τῷ γεννᾶν, φησὶ, τὴν ἰδίαν οὐσίαν μερίζω, καὶ ὁ αὐτὸς γεννῶν, καὶ γεννώμενος, ἢ αὐτὸς Πατὴρ γενόμενος καὶ Υἱός· ἐστι γὰρ ἀνύμμερος. Τοιούτων τάχα ἐστιν ὁ φησι περὶ τῶν ἀζύμων ὁ προφήτης, ὅτι Ἰστὸν ἀράχνης ὑφαίρουσιν. Ὡς γὰρ ἐπ’ ἐκείνοις σχῆμα μὲν ἐστὶ τοῦ ὑφάσματος, ὑπόστασις δὲ οὐκ ἐστὶν ἐν τῷ σχήματι· ὁ γὰρ ἀφάμενος οὐδὲν ὑφεστῶτος ἅπτεται, περιβεβλημένου τῇ τῶν δακτύλων ἀφῇ τῶν ἀραχνίων νημάτων· τοιαύτη ἐστὶ καὶ ἡ τῶν ματαίων λέξεων ἀνεπίστατος ἰστοῦργία. Οὐκ ἐν τῷ γεννᾶν, φησὶ, τὴν ἰδίαν οὐσίαν μερίζω, καὶ ὁ αὐτὸς γεννῶν καὶ γεννώμενος. Ἄρα λόγον δυναμάσει χρὴ τὸ λεγόμενα, ἢ, μᾶλλον φλέγματος τινὸς ὀγκον, ὑπὸ τινὸς ὑδρικῆς πληθώρας ἀναπτιζόμενον; Τί γὰρ ἐστὶ τὸ τὴν ἑαυτοῦ μερίζειν οὐσίαν ἐν τῷ γεννᾶν, καὶ τὸν αὐτὸν εἶναι