Ancient Greek
252.2
Gregorius Nyssenus Theol., Contra Eunomium 252.2
Unproofread scanNot analysed yet
B Ἄλλὰ πρὸς τὸ ἐφεξῆς τῷ λόγῳ προελθώμεν. Φησὶ γὰρ ὅτι Ἀρχῆς ἀπάσης, ὑποταγῆς, ἐξουσίας ἀνώτερος. Ἡμέτερος οὖνός ὁ λόγος καὶ τῆς καθολικῆς Ἐκκλησίας ἴδιος, τὸ πιστεύειν τὴν θείαν φύσιν πάσης ἀρχῆς ἀνωτέραν εἶναι· ὑποχείριον δὲ ἑαυτῆς ἔχειν πᾶν ὅπερ ἐστιν ἐν τοῖς οὕσι νοούμενον. Θεία δὲ φύσις ὁ Πατὴρ καὶ ὁ Υἱός, καὶ τὸ Πνεῦμα τὸ ἅγιον. Εἰ δὲ τῷ μόνῳ Πατρὶ τυχὸν προσημαρτυρηθῇ τὴν δύναμιν· καὶ εἰ μόνον αὐτὸν τροπῆς τε καὶ μεταβολῆς ἐλεύθερον ἀποφαίνεται, καὶ εἰ μόνον αὐτὸν λέγει ἀχράτον, πρῆξιλον τὸ ἐκ τούτων κατασκευάζομεν· ὅτι ὁ ταῦτα μὴ ἔχων, τρεπτός· ἐστι πάντως καὶ φθαρτός, καὶ μεταβλητὸς καὶ ἐπίχρος. Οὐκοῦν ταῦτα δογματίζει ὁ Εὐνόμιος ἐπὶ τοῦ μονογενοῦς Θεοῦ καὶ τοῦ ἁγίου Πνεύματος; οὐ γὰρ ἂν ἐχρήσατο τῇ ἀντιδιαστολῇ, τοῦτοις ἀντιδιαιρῶν τὸν Πατέρα, μὴ ταύτην τὴν διάνοιαν ἔχων περὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος. Τὸ λοιπόν, ἀδελφοί, δοκιμάσατε, εἰ μὴ διώκτης ἐστὶ τῆς τῶν Χριστιανῶν πίστεως, ταῦτα φρονῶν. Τίς γὰρ τὸ τρεπόμενον καὶ μεταβαλλόμενον καὶ τὸ ἐπίχρον καταδέξεται σεβάσμιον ἐντὸς κτίνας; Οὐκοῦν ὅλος ὁ σκοπός ἐστι τῇ κατασκευάζοντι τὰ τοιαῦτα νοήματα, ἐκβάλλειν τῆς Ἐκκλησίας τὴν εἰς τὸν Υἱὸν καὶ ἅγιον Πνεῦμα πίστιν· δι’ ὃν κατασκευάζει, μῆτε ἀχράτον εἶναι, μῆτε ἄτρεπτον, μῆτε ἀμετάβλητον, ἢ αὐτὴν ἀλήθειαν, ἢ τὸ Πνεῦμα τῆς ἀληθείας.