Ancient Greek
261.2
Gregorius Nyssenus Theol., Contra Eunomium 261.2
Unproofread scanNot analysed yet
Ἀλλ’ ὡς περ ἐν τοῖς προειρημένοις, οὔτε ἡ τῆς κτίσεως γέννησις, οὔτε ἡ τοῦ Υἱοῦ σημασία, ἢ χρόνον, ἢ ὕλην, ἢ τόπον, ἢ πάθος συμπαρεδέξατο, οὕτως καὶ ἐνταῦθα πάσης τῆς ὑλικῆς ἐννοίας τὴν τοῦ ἀπαύγασματος, καὶ τῶν λοιπῶν τῶν μνημονευθέντων σημασίαν μόνην, τὸ θεοπρεπὲς τοῦ τοιούτου τῆς γεννήσεως εἴδους ὁ λόγος παραλαβὼν ἐνδείκνυται· τὸ δεῖν ἐξ αὐτοῦ τε καὶ μετ’ αὐτοῦ κατὰ ταυτὸν νοεῖσθαι· διὰ τῆς κατὰ τὴν λέξιν ταύτην ἐμφάσεως. Οὔτε γὰρ