Ancient Greek
262.1
Gregorius Nyssenus Theol., Contra Eunomium 262.1
Unproofread scanNot analysed yet
ἡ ἀπλῆς τὴν εἰς ἀέρα διάχυσιν ἐκ τῆς ὑποκειμένης ὕλης παρίστησιν· οὔτε ἡ ὀσμὴ τὴν ἐκ τῆς ποιότητος τοῦ μύρου γινόμενὴν πρὸς τὸν ἀέρα μετάστασιν· οὔτε τὸ ἀπαύγασμα τὴν τοῦ ἡλιακοῦ σώματος διὰ τῶν ἀπέναντι γενομένην ἀπόρροιν. Ἄλλὰ τοῦτο μόνον ἐκ πάντων καθὼς εἴρηται διὰ τοῦ τοιούτου τῆς γεννήσεως τρόπου δηλοῦται, τὸ ἐξ ἐκείνου τε εἶναι καὶ μετ’ ἐκείνου νοεῖσθαι μηδενὸς διαστήματος μεταξὺ τοῦ Πατρὸς καὶ τοῦ ἐξ αὐτοῦ μεσιτεύοντος. Ἐπειδὴ διὰ πλεῖονα φιλανθρωπίαν, ἢ τοῦ ἁγίου Πνεύματος χάρις πολλάχθὲν ἡμῖν ἐγενέσθαι τὰς θείας περὶ τοῦ Μονογενοῦς ὑπολήψεις ψυχωμοίησε· προσέθηκε καὶ τὸ λειπόμενον τῶν ἐν τῇ γενέσει θεωρουμένων εἴδος τὸ ἐκ τοῦ νοῦ καὶ τοῦ λόγου· ἀλλ’ ἐκ τούτων πλεῖον χρήσαι τῇ προμηθείᾳ ὁ ὑψηλὸς Ἰωάννης· ὥστε μὴ ὑπ’ ἀτονίας τε καὶ μικροψυχίας καταπατεῖν τὸν ἀκούοντα πρὸς τὴν κοινὴν ἔννοιαν τοῦ λόγου, ὡς φθόγγον τοῦ Πατρὸς τὸν Υἱὸν νομίσθηαι· διὰ τοῦτο προσαρτυρεῖ τῷ Λόγῳ τὸ ὄντα· ὅνσαν εἶναι ἐν αὐτῇ τῇ πρώτῃ καὶ μακαρίᾳ φύσει, οὕτως ἀναβοήσας τὸ κτῆγμα· ὅτι Ἐν ἀρχῇ ἦν ὁ Λόγος καὶ πρὸς τὸν Θεόν· καὶ Θεὸς ἦν, καὶ ζωὴν καὶ πάντα ὅσα ἐστὶν ἡ ἀρχὴ καὶ αὐτὸς ἦν. Τούτων τοίνυν τὸν τῆς γεννήσεως τρόπον ἤτοι τῶν ἐξ αἰτίας ὑφεστῶτων ἐν τε τῇ καθ’ ἡμᾶς συνθείᾳ γινωσκομένων, διαληφθέντων δὲ καὶ παρὰ τῆς ἁγίας Γραφῆς πρὸς τὴν τῶν ὑπερχαιμένων διδασκαλιῶν, οὕτως, ὡς εἴκός ἐστι πρὸς παράστασιν τῶν θείων ὑπολήψεων ἕκαστον τούτων εὐσεβῶς μεταληφθῆναι.