Ancient Greek
262.2
Gregorius Nyssenus Theol., Contra Eunomium 262.2
Unproofread scanNot analysed yet
Καὶρὸς ἂν εἴη κατανοῆσαι καὶ τοῦ Εὐνομίου τὸν λόγον ἐπὶ ποῖον δέχεται σημαίνομενον τὴν τῆς γεννήσεως ἐμφασιν. Υἱόν, φησίν, ἀληθινὸν οὐκ ἀγέννητον καὶ ἀληθῶς γεννηθῆναι πρὸ αἰώνων. Τὴν μὲν οὖν ἐν τῇ διαστολῇ κακουργηθεῖσαν ἀκολουθίαν ὡς παντὶ γνωρίμων οὐσαν παραβαίνειν, οἶμαι, προσήκει. Τίς γὰρ οὐκ οἶδεν ὅτι τῷ μὲν Υἱῷ, πρὸς τὸν Πατέρα, τῷ δὲ γεννητῷ πρὸς τὸν ἀγέννητον ὁσίας τῆς ἀντιδιαστολῆς, οὕτως τὸν Πατέρα παρελθὲν ἀντιδιαστέλλει τῷ Υἱῷ τὸν ἀγέννητον. Δεῦ, εἴπερ ἐλθελίας ἐποιεῖτο φροντίδα, μὴ παρατρέψαι τῆς σχετικῆς ἀκολουθίας τὸν λόγον· ἀλλ’ εἰπεῖν ὅτι τὸν Υἱὸν ἀληθινὸν οὐ Πατέρα. Οὕτω δὲ ἂν συνδιασωθῇ τῇ ἀκολουθίᾳ τοῦ λόγου καὶ ἡ εὐσέβεια, τῇ διακρίσει τῶν προσώπων μὴ συνδιασχοιθεῖσης τῆς φύσεως. Ἄλλὰ τὴν ἀληθῆ τε καὶ ἔγραψον τοῦ Πατρὸς χρήσιν τὴν παρ’ αὐτοῦ τοῦ Λόγου παραδοθεῖσαν ἐν τῷ λόγῳ τῆς πίστεως ὑπαμείψας, ἀγέννητον ἀντὶ τοῦ Πατρὸς κατανόμασεν· ἵνα χωρίσας αὐτὸν τῆς φυσικῆς ἐνδουρωμένης τῇ τοῦ Πατρὸς κλήσει τῆς πρὸς τὸν Υἱὸν εἰκειότητος, κοινοποιῆσαι πρὸς πάντα τὰ ἐν τῇ κτίσει φαινομένα, οἷς κατὰ τὸ ἴσον ἡ ἀντιδιαστολὴ ἐστὶ πρὸς τὸ ἀγέννητον. Ἀληθῶς, φησί, γεννηθῆναι πρὸ αἰώνων. Παρὰ τινὸς εἴπατ’· παρὰ τοῦ Πατρὸς μὲν πάντως, εἴπερ μὴ ἀναίχνυτοί ποὺ τὴν ἀλήθειαν. Ἄλλ’ ἐπειδὴ τοῦ ἀδίου Πατρὸς οὐκ ἐστὶ τὴν ἀδιότητα τοῦ Υἱοῦ διασῆσαι, συνεδεικνυμένης πάντως καὶ τὸν Υἱὸν τῆς τοῦ Πατρὸς σημασίας· διὰ