Ancient Greek
270.1
Gregorius Nyssenus Theol., Contra Eunomium 270.1
Unproofread scanNot analysed yet
ὁ Πατὴρ ἔχει· ἄρα ἀγνοοῦμεν ὅτι διὰ τῶν εἰρημένων, τὸν ἐπὶ πάντων Θεὸν τὸν ὑπὸ τοῦ Παύλου οὕτως ὀνομαζόμενον, τὸν Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστόν· Ὃς πάντα ἐν τῇ χειρὶ τὰ τοῦ Πατρὸς ἔχων, καθὼς αὐτὸς φησι, περιεδράκταται πάντα· διὰ τῆς πολυχώρου αὐτοῦ παλάμης τῶν πάντων, καὶ κρατεῖ τῶν περιεδραγμένων, καὶ οὐδεὶς αἴρει ἐκ τῆς χειρὸς αὐτοῦ τοῦ κρατοῦντος τῇ χειρὶ τῶν πάντων· Εἰ οὖν πάντα ἔχει, καὶ κρατεῖ ὧν ἔχει, τί ἄλλο καὶ οὐχὶ παντοκράτωρ πάντως ἐστιν, ὁ κρατῶν τῶν πάντων; Εἰ δὲ λέγοι ἡ αἵρεσις ὅτι καὶ τοῦ Υἱοῦ καὶ τοῦ Πνεύματος κρατεῖ ὁ Πατήρ, πρώτων ἀποδεῖξάτωσαν ὅτι τρεπτὴς ἐστὶ φύσεως ὁ Υἱὸς καὶ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ τότε τὴν κρατοῦντα τῇ τρεπομένῃ ἐπισταθῶσιν· ἵνα τῇ ἀνωθεν ἐγγυομένῃ βοηθείᾳ, μὴν τὸ κρατούμενον, πρὸς τὸ κακὸν ἀμετάπτωτον. Εἰ δὲ ἀνεπίδεκτος κακίας ἡ θεία φύσις, ἀτρεπτὸς τε καὶ ἀναλλοίωτος, καὶ αὐτὴ ὡσαύτως ἔχει· εἰς εἰ τοῦ κρατοῦντος ἐπιδεθήσεται; Ἡ δι’ αὐτῆς πᾶσαν ἐπικρατοῦσα τὴν κτῖσιν, αὐτὴ δὲ τοῦ κρατοῦντος μὴ δεομένη διὰ τὸ ἀτρεπτον. Διὰ τοῦτο οὖν τῷ ὀνόματι τοῦ Χριστοῦ πᾶν γόνυ κάμπτει, ἐπουρανίων καὶ ἐπαγείλων καὶ καταχθονίων. Οὐ γὰρ ἂν ἐκάμφεν, εἰ μὴ τὸν ἐπὶ σωτηρίᾳ κρατοῦντα πάντων ἐγίνωσκε. Τὸ δὲ λέγειν τῇ ἀγαθότητι τοῦ Πατρὸς τὸν Υἱὸν γεγενῆσθαι, οὐδὲν ἄλλο ἐστὶν ἢ εἰς τὸ ὁμότιμον αὐτὸν καταστῆσαι τοῖς ἐσχάτοις τῆς κτίσεως. Τί γὰρ οὐχὶ τῇ ἀγαθότητι τοῦ πεποιηκότος ἤλθεν εἰς γένεσιν; Τίνι λογίζεται ἡ τῆς ἀνθρωπίνης φύσεως κατασκευή, πονηρίᾳ, ἡ ἀγαθότητι τοῦ ποιήσαντος; Τίνι δὲ ἡ τῶν ζῴων γένεσις, ἡ τῶν φυτῶν τε καὶ βλαστημάτων φύσις; οὐδὲν ἐστὶν ὁ μὴ τῇ ἀγαθότητι τοῦ πεποιηκότος ἔσχε τὴν γένεσιν. Ὅπερ οὖν ἐπὶ πάντων ὁ λόγος ὁρᾷ, τοῦτο ὁ Εὐνόμιος τῷ Υἱῷ ἀπὸ φιλανθρωπίας χαρίζεται· τὸ δὲ μὴ μερίσασθαι πρὸς τὸν Πατέρα τὴν οὐσίαν ἢ τὴν ἀξίαν, ἢ ὅσα ποιαῦνα φιλαυτῶν διεξέρχεται, ἤδη ἐν τοῖς περὶ τοῦ Πατρὸς λόγοις προἐξελήφχεται· ὡς μάτην αὐτοῦ ταῦτα καὶ δίχα διανοίας προσρήμαντος. Οὐδὲ γὰρ ἡμῖν τοῖς ἐξ ἀλλήλων τικτομένοις, οὐσίας διαίρεσις γίνεται· ὅλος γὰρ ἐν ἑκάστῳ μένει τῆς οὐσίας ὁ λόγος, ἐν τῷ γεγεννημένῳ καὶ τῷ γεννήσαντι, οὔτε ἐν τῷ γεννῶντι μειώσιν, οὔτε ἐν τῷ γεγεννημένῳ ἀξίσει τοῦ λόγου τῆς οὐσίας λαμβάνοντος. Ὁ δὲ τῆς ἀξίας ἢ τῆς βασιλείας μερισμὸς ἐπὶ τοῦ πάντα ἔχοντος τὰ τοῦ Πατρὸς, οὐδεμῶν· διάνοιαν, πλὴν τοῦ ἐλεγχον εἶναι τῆς ἀσθείας. Οὐκοῦν περιττὸν ἂν εἴη τοῖς τοιούτοις συμπλεκόμενον εἰς ἡμεριαν ἀποτείνειν τὸν λόγον.