Ancient Greek
270.2
Gregorius Nyssenus Theol., Contra Eunomium 270.2
Unproofread scanNot analysed yet
Πρὸς δὲ τὰ ἐφεξῆς τούτους μετελθῶμεν. Δεδοξασμένον, φησι, παρὰ τοῦ Πατρὸς πρὸ αἰώνων. Ἀποδείκνυται τῆς ἀληθείας ὁ λόγος, τῇ μαρτυρίᾳ τῶν ἁγίων κρατύνόμενος. Τοῦτο γὰρ τῆς ἡμετέρας πίστεώς ἐστι τὸ κεφάλαιον, ὅτι παρὰ τοῦ Πατρὸς ἐξ αἰῶνος δοξάζεται ὁ Υἱός. Τὸ γὰρ πρὸ τοῦ αἰῶνος ταύτὸ ἐστι τῷ ἀεὶ διὰ τὴν ἔνοιαν, οὕτω τῆς προ-