Ancient Greek
289.1.1 to 289.1.16
Gregorius Nyssenus Theol., Contra Eunomium 289.1.1-16
Unproofread scanNot analysed yet
Aλερόμενον, ὅτι διὰ τὸ πρὸ τῶν ἄλλων γενέσθαι τὸ Πνεῦμα, προτιμωτέραν ἔχει τῶν ἐφεξῆς γενομένων τὴν φύσιν. Ἰδωμεν δὲ καὶ οἷα χαρίζεται τῇ δόξῃ τοῦ Πνεύματος ὁ τῆς πρὸς τὸν Υἱὸν κοινωνίας ἀπομείρας. Εἰς γάρ, φησίν, καὶ οὗτος ὢν, καὶ πρῶτος καὶ μόνος, καὶ πάντων προέχων τῶν τοῦ Υἱοῦ ποιημάτων κατὰ τὴν οὐσίαν καὶ τὴν φυσικὴν ἀξίαν, πᾶσαν ἐνέργειαν καὶ διδασκαλίαν ἐξανιών, κατὰ τὸ δοκοῦν τῷ Υἱῷ, πεμπόμενος ὑπ’ αὐτοῦ, καὶ παρ’ αὐτοῦ λαμβάνων, ἀναγγέλλων τοῖς παιδευομένοις, καὶ τῆς ἀληθείας ἡγούμενος. Πᾶσαν φησίν ἐνέργειαν καὶ διδασκαλίαν ἐξανιών τὸ Πνεῦμα τὸ ἅγιον. Ποίαν ἐνέργειαν; Πότερον ἐκείνην ἣν καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς κατὰ τὸν τοῦ Κυρίου λόγον ἐνεργεῖ, ὡς ἕως ἄρτι ἐργάζεται τὴν ἀνθρωπίνην σωτηρίαν, ἢ ἄλλην τινὰ παρὰ ταύτην; Εἰ μὲν γὰρ ἐκείνα ἐργάζεται, τὴν αὐτὴν ἔχειν πᾶντως δύναμιν τε καὶ φύσιν ἔχει · καὶ τὸ τοῦ Θεοῦ ἑτέρως ἔπει τούτοις οὐχ ἔχει. Ὡς γὰρ εἰ τὰ τοῦ πυρὸς ἐνεργοῦν, λάμπων τε καὶ θερμαίνων ὡσαύτως, πῦρ ἐστι πάντως· οὕτως εἰ τὰ τοῦ Πατρὸς ἔργα τὸ Πνεῦμα ποιεῖ, τῆς αὐτῆς αὐτὸ πάντως φύσεως εἶναι ὁμολογεῖται. Εἰ δὲ ἄλλο τι παρὰ τὴν σωτηρίαν ἡμῶν ἐνεργεῖ, καὶ εἰς τι τῶν ἐναντίων ἐπιδείκνυται τὴν ἐνέργειαν, ἄλλης φύσεως τε καὶ οὐσίας διὰ τούτων ἐπιδειχθήσεται. Ἄλλὰ μὴν ζωοποιεῖν ὁμοίως Πατρὶ καὶ Υἱῷ τὸ Πνεῦμα αὐτὸς ὁ Λόγος διαμαρτύρεται. Οὐκοῦν τὸ μὴ ἀπεξενῶσαι πάντως τῆς τε τοῦ Πατρὸς καὶ τῆς τοῦ Υἱοῦ φύσεως τὸ Πνεῦμα, διὰ τῆς ταυτότητος τῶν ἐνεργημάτων παρίσταται · καὶ Πατρὸς ἐνέργειαν καὶ διδασκαλίαν ἐξανιών τὸ Πνεῦμα, κατὰ τὸ δοκοῦν τῷ Υἱῷ, οὐ μαχοῦμεθα. Ἕν γὰρ βούλημα εἶναι Πατρὸς τε καὶ Υἱοῦ καὶ Πνεύματος ἁγίου, ἡ τῆς φύσεως κοινωνία διαμαρτύρεται. Ὥστε εἰ ἐκεῖνο βούλεται τὸ Πνεῦμα τὸ ἅγιον ὁ δοκεῖ τῷ Υἱῷ, ἡ κοινωνία τοῦ βουλήματος σαφῶς παρίσταται τὴν τῆς οὐσίας ἐνότητα ·