Ancient Greek
289.1.17 to 289.1.25
Gregorius Nyssenus Theol., Contra Eunomium 289.1.17-25
Unproofread scanNot analysed yet
ἀλλὰ, Πεμπόμενος, φησίν, παρ’ αὐτοῦ, καὶ παρ’ αὐτοῦ λαμβάνων, καὶ ἀναγγέλλων τοῖς παιδευομένοις, καὶ τῆς ἀληθείας ἡγούμενος. Εἰ μὴ προεῖπε ταῦτα περὶ τοῦ Πνεύματος, πάντως ἄν περὶ τινὸς τῶν ἐν ἀνθρώποις διδασκάλων ταῦτα λέγεσθαι ὁ ἀκούων ἐνόμιζεν. Ταυτὸν γὰρ ἐστὶ τῷ πέμπεσθαι τὸ ἀποστέλλεσθαι, καὶ τὸ μηδὲν οἴκοθεν ἔχειν, ἀλλ’ ἐκ τῆς χάριτος λαμβάνειν τοῦ ἀποστέλλοντος, καὶ διακονεῖν τοῖς διδασκομένοις τὰ ῥήματα, καὶ καθιγέσθαι τῆς ἀληθείας τοῖς πλανωμένοις. Ταῦτα γὰρ πάντα καὶ τῶν νῦν ποιμένων τε καὶ διδασκάλων ἐστὶ, πέμπεσθαι, λαμβάνειν, ἀναγγέλλειν, διδάσκειν, ὑποτίθεσθαι τὴν ἀλήθειαν · ἅπερ χαρίζεται τῷ Πνεύματι τῷ ἁγίῳ Εὐώνυμος. Εἰμὲν δὲ πρὸ τούτων, ὅτι Καὶ εἰς ἐστὶ καὶ πρῶτος καὶ μόνος, καὶ πάντων προέχων · εἰ ἕως τούτου τὸν λόγον ἔστησεν, συνήγορος ἄν τῶν τῆς ἀληθείας ἐφάνη δογμάτων. Εἰς γὰρ ὡς ἀληθῶς ἐστιν ὁ ἀχωρίστως ἐν τῷ ἑνὶ θεωρούμενος, καὶ πρῶτος ὁ ἐν τῷ πρώτῳ, καὶ μόνος ὁ ἐν τῷ μόνῳ. Ὡς γὰρ τὸ πνεῦμα τοῦ ἀνθρώπου τὸ ἐν αὐτῷ, καὶ αὐτὸς ὁ ἄνθρωπος, εἰς ἐστιν ἄνθρωπος, οὕτως καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ τὸ