Ancient Greek
297.1 to 297.33
Gregorius Nyssenus Theol., Contra Eunomium 297.1-33
Unproofread scanNot analysed yet
A ρος καὶ εὐδιάχυτον, καὶ ἐπὶ τοῦ νέφους ἐστιν ἰδεῖν. Πῶς δὲ πάλιν ἐπὶ τῇ ἀστάτῳ τῶν ἀνέμων φύσει ὁ θεὸς ἀφορίζει θρόνον; Τὸ δὲ πρῶτον κτισθῆναι, καὶ ἐπὶ τέλει ἡμέραν γεννηθῆναι, καὶ διὰ μέσου τούτων θε- μελιωθῆναι, τίνα λόγον εἰποι τις ἂν ἔχειν ταῖς κοιναις τε καὶ προχειροῖς ἐννοίαις συμβαίνοντα; Τὸ τε πρὸ τούτων ἐπαπορθηὲν ἐν τῷ λόγῳ, πῶς ἡ ἀναγγελία τῶν καθ' ἡμέραν γινομένων, καὶ ἡ μνήμη τῶν ἐξ- αριθμημένων τῶν ἐξ αἰῶνος, ὥσπερ αἰτία τις γίνεται τοῦ ἐκτεῖσθαι παρὰ τοῦ Θεοῦ τὴν σοφίαν λέγειν; B Οὐκοῦν ἐπειδὴ δέδεικται φανερῶς διὰ τῶν εἰρημένων, μηδὲν ἐν τούτοις τοιούτων εἶναι, ὡς ἀνεξετάστως τε καὶ ἀθεωρητῶς παραδεχθῆναι τὸν λόγον, καλῶς ἂν ἔχοι καθ' ὁμοιότητα τῶν λοιπῶν, καὶ τὸ, Κύριος ἐκτισέ με, μὴ κατὰ τὴν αὐτόθεν ἡμῖν ἐκ τοῦ ῥήματος ἐγγινομένην διάνοιαν ἐρμηνεύειν, ἀλλὰ ζητεῖν κατὰ πᾶσαν προσοχὴν τε καὶ ἐπιμέλειαν, τὸ εὐσεβῶς διὰ τοῦ λεγομένου νοούμενον. Ἀλλὰ δὲ μὲν ἀκριβῶς κατειληφέναι τὴν τῶν προκειμένων διάνοιαν, μόνων ἂν εἴη τῶν τῷ ἁγίῳ Πνεύματι τὰ βάθη διερευνόντων, καὶ λαλεῖν ἐπισταμένων ἐν πνεύματι τὰ θεία μυστήρια. Παρ' ἡμῶν δὲ τοσοῦτον ἐν τοῖς προκειμένοις ὁ λόγος ἀσχοληθήσεται, ὅσον μὴ πάντη περιιδεῖν τὸν ἐν τούτοις σκοπὸν ἀθεωρητον. Τίς οὖν ὁ ἡμέτερος λόγος; Οὐκ ἔστιν, ὁμᾶι, δυνατὸν τὴν ἐκ θείας ἐλλάμψεως γινομένην ἐν τινὶ σοφίαν, μόνην ταύτην δίχα τῶν λοιπῶν χαρισμάτων τοῦ Πνεύματος παραγίνεσθαι, ἀλλὰ χρὴ πάντως συνεῖσελθεῖν ταύτῃ καὶ τῆς προφητείας τὴν χάριν. Εἰ γὰρ ἴδιον σοφίας ἐστίν, ἡ τῶν ὄντων ἀληθείας κατάληψις, προφητεία δὲ τὴν τῶν μελλόντων περιέχει σαφήνειαν, οὐκ ἂν ἐν τῷ τελείῳ τῆς τῆς σοφίας εἴη χαρισμάτι, μὴ διὰ τῆς προφητικῆς συνεργείας, συμπεριλαβόν τῇ γνώσει καὶ τὸ ἔσόμενον. Ἐπεὶ οὖν οὐκ ἀνθρωπίνην τινὰ σοφίαν ἑαυτῷ προσαμαρτυρεῖ Σολομὼν, ὁ εἰπών, ὅτι Ὁ Θεὸς δεδιδαχέ