Ancient Greek
297.36 to 297.51
Gregorius Nyssenus Theol., Contra Eunomium 297.36-51
Unproofread scanNot analysed yet
με σοφίαν, καὶ πάντα τὸν παρ' ἑαυτοῦ λόγον ἀνατιθεὶς τῷ Θεῷ, ἐν οἷς φησίν, ὅτι Οἱ ἐμοὶ λόγοι ἐρρήθησαν ἀπὸ Θεοῦ, καλῶς ἂν ἔχοι τὴν ἀναμεμιγμένην τῇ σοφίᾳ προφητείαν ἐν τῷ μέρει τούτῳ τῆς παροιμίας διερευνησάσθαι. Φαμὲν τοίνυν ὅτι ἐν μὲν τοῖς πρὸ τούτου λόγοις εἰπών, τὴν σοφίαν ἑαυτῇ ὠκοδομηκέναι τὸν οἶκον, τὴν σάρκα τοῦ Κυρίου κατασκευὴν διὰ τοῦ λόγου αἰνίσσεται· οὐ γὰρ ἐν ἀλλοτρίῳ οἰκοδομήματι ἡ ἀληθινὴ σοφία κατῴκησεν, ἀλλ' ἑαυτῇ τὸ οἰκητήριον ἐκ τοῦ παρθενικοῦ σώματος ὠκοδομήσατο. Ἐνταῦθα δὲ τὸ ἐνωθὲν ἐξ ἀμφοτέρων τῷ λόγῳ προστίθησι, τοῦ τε οἴκου λέγω καὶ τῆς σοφίας τῆς οἰκοδομήσασας τὸν οἶκον, τοῦτ' ἐστίν, ἐκ τε τοῦ ἀνθρωπίνου καὶ ἐκ τῆς ἀνακραθείσης τῷ ἀνθρώπῳ θεότητος, ἑκατέρῳ δὲ τούτων ἐφαρμόζει τὰς καταλλήλους τε καὶ πρεπούσας φωνάς, καθὼς ἐστίν ἴδιν καὶ ἐν τοῖς Εὐαγγελίοις γινόμενον, ἐν οἷς ὁ λόγος κατὰ τὸ πρόσφορον τῷ ὑποκειμένῳ διεξαγόμενος, διὰ μὲν