Ancient Greek
299.2
Gregorius Nyssenus Theol., Contra Eunomium 299.2
Unproofread scanNot analysed yet
Ἐπεὶ οὖν Χριστὸς ἡ σοφία ἐστιν, ὁ συνετὸς ἀκροατὴς ἐπισκεψάσθω τὸν λόγον τῶν τε προμαχομένων ἡμῖν, καὶ τὸν ἡμέτερον, καὶ χρινάτω τὸν εὐσεβέστερον. Τίς μᾶλλον τὰς θεοπρεπεῖς ἐννοίας ἐν τῷ ῥητῷ διασώζει, ὁ τὸν τοῦ παντὸς Κτίστην καὶ Κύριον ποιησάμενος διοριζόμενος, καὶ τῇ δουλεύουσῃ κτίσει κατασκευάζων ὁμότιμον· ἢ μᾶλλον ὁ πρὸς τὴν οἰκονομίαν ὁρῶν, καὶ φυλάσσων τὴ τε περὶ τοῦ θεοῦ, καὶ τὴ περὶ τὸ ἀνθρώπινον ὑπολῆψιν τῷ πρὸσφορῶν. Συμμαρτυροῦντος τοῦ μεγάλου Παύλου τῷ δόγματι, ὃς ἐν μὲν τῷ καινῷ ἀνθρώπῳ τὴν κτίσιν βλέπει, ἐν δὲ τῇ ἀληθινῇ σοφίᾳ τὴν ἐξουσίαν τῆς κτίσεως. Συμβαίνει δὲ καὶ ἡ τάξις τοῦ λόγου τῇ θεωρίᾳ τοῦ δόγματος. Εἰ γὰρ μὴ ἐκτισθὲν ἐν ἡμῖν ἡ τῶν ὁδῶν ἀρχή, οὐχ ἂν ὁ τῶν προσδοκωμένων αἰώνων θεμέλιος· κατεβληθῆ, οὐδ᾽ ἂν ἐγένετο ἡμῖν ὁ Κύριος Πατὴρ τοῦ μέλιοντος αἰῶνος, εἰ μὴ κατὰ τὸν Ἡσαΐαν παιδίων ἐγεννήθη,