Ancient Greek
300.1.1 to 300.1.19
Gregorius Nyssenus Theol., Contra Eunomium 300.1.1-19
Unproofread scanNot analysed yet
A ἡμῖν, καὶ ἐκλήθη τὸ ὄνομα αὐτοῦ· τὰ τε ἄλλα πάντα ὅσα ὁ προφήτης ὠνόμασε· καὶ μετὰ πάντων, Πατὴρ τοῦ μέλλοντος αἰῶνος. Πρότερον οὖν γέγονε τὸ κατὰ τὴν παρθενίαν μυστήριον, καὶ ἡ περὶ τοῦ πάθους οἰκονομία. Καὶ τότε οἱ σοφοὶ τῆς πίστεως ἀρχιτέκτονες τὴν θεμελίον τῆς πίστεως κατεβάλοντο. Οὗτος δέ ἐστιν ὁ Χριστός, ὁ Πατὴρ τοῦ μέλλοντος αἰῶνος, ᾧ ἐποικοδομεῖται ἡ τῶν ἀτελευτήτων αἰώνων ζωὴ. Τοῦτου δὲ γενομένου, ἵνα ἐν ἑκάστῳ τῶν πεπιστευκότων τὰ θεία θελήματα τοῦ εὐαγγελικοῦ νόμου, καὶ τὰ ποικίλα τοῦ ἁγίου Πνεύματος χαρίσματα γένηται, ἅπερ πάντα τροπικῶς κατὰ τινὰ προσφυῆ σημασίαν δρῆ καὶ βουνούς ὀνομάζει ἡ θεία Γραφή· τὴν δικαιοσύνην μὲν δρῆ Θεοῦ ὀνομάζουσα, τὰ δὲ κρίματα, ἀβύσσους προσαγορεύουσα, γηγῆν τὴν ὑπὸ τοῦ Λόγου σπειρομένην καὶ καρποφοροῦσαν τὸν πολύχουν καρπόν. Ἡ δὲ ἐξρυθεὶς παρὰ τῷ Δαβὶδ μὲν εἴρηγὴν διὰ τῶν ὄρων, δικαιοσύνην δὲ διὰ τῶν βουνῶν διαδεχομένη· ἀναγκαίως ἐν τοῖς πιστοῖς ἡ σοφία γεννᾶται, καὶ ἀληθῆς ὁ Λόγος. Ὁ γὰρ ἐν τοῖς δεξάμενοις αὐτὸν ὢν, ἐν τοῖς ἀπίστοις οὐπω ἐγεννήθη. Ἵνα οὖν ταῦτα καὶ παρ’ ἡμῖν γένηται, χρῆ τὸν τοῦτον δημιουργὸν ἐν ἡμῖν γεννηθῆναι. Οὕτω δὲ καὶ τὰ ἑφεξῆς τοῦτοὺς κατὰ τὸν εἰρημέν τοῦτον κατανοήσωμεν. Ἐὰν γὰρ γεννηθῇ ἐν ἡμῖν ἡ σοφία, τότε παρὰ τοῦ Θεοῦ κατασκευάζεται ἐν ἑκάστῳ, ἡ τε χώρα καὶ ἡ ἀοίκησις. Χώρα μὲν ἡ δεχομένη τοῦ Λόγου τὴν σπορὰν, καὶ τὴν ἄροσιν· ἀοίκησις δὲ ἡ τῶν σωνηρῶν οἰκητήρων χωριζομένη καρδία· καὶ οὕτως ἕσταί ἡμῶν ἡ οἰκήσις ἐπὶ τῶν ἄκρων τῆς γῆς. Ἐπειδή γὰρ τῆς γῆς τὸ μὲν τι βάθος ἐστιν, τὸ δὲ ἐπιπόλαιον, ὅταν τις μὴ ὑπόγειος γένται μιθὲ σηπληρώδης, ἐν τῷ τὰ κάτω φρονεῖν· οἷός ἐστι τῶν ἐν ἁμαρτίᾳ ζώντων ὁ βίος, τῶν ἐμπτηγνῶτῶν τῇ ἀνυποστάτῳ τοῦ βυθοῦ ἰλύι, οἷς ἀληθῶς φρέαρ ἐστιν ἡ ζωὴ, κατὰ τὴν ψαλμωδίαν τὴν λέγουσαν·