Ancient Greek
301.1
Gregorius Nyssenus Theol., Contra Eunomium 301.1
Unproofread scanNot analysed yet
λέσαντα, εὐφραινομένου, ὅτι οὐχὶ θηρίων τινῶν καὶ ἀλόγων, ἀλλ᾽ ἀνθρώπων πατὴρ ἐγένετο, οὗτοι δ᾽ ἂν εἰσιν οἱ θεοειδεῖς λογισμοί, οἱ κατὰ τὴν θείαν εἰκόνα μορφούμενοι, διὰ τῆς εἰς τὸν κτισθέντα ἐν ἡμῖν καὶ γεννηθέντα πίστεως· ἡ δὲ πίστις κατὰ τὴν Παύλου φωνὴν ὁ θεμέλιός νοεῖται, δι᾽ ἧς γεννᾶται τοῖς πιστοῖς ἡ σοφία, καὶ πάντα τὰ εἰρημένα ἐργάζεται· τότε μακάριος ἀληθῶς ὁ τοῦ κατορθωκότος γίνεται βίος· ὡ ἀρμόζει καὶ ἐπευφραίνεται ἐν παντὶ καιρῷ ἡ σοφία, τῷ καθ᾽ ἡμέραν αὐτῇ μόνῃ προσχαιρομένῳ. Εὐφραῖνεται γὰρ ὁ Κύριος ἐπὶ τοῖς ὁσίοις αὐτοῦ· καὶ οὐρανῷ χαρὰ γίνεται ἐπὶ τοῖς σωζομένοις. Καὶ ὁ Χριστὸς Πατὴρ ἐπὶ τῷ ἀνασωθέντι υἱῷ ἑορτάζει. Τοῦτων δὲ παρ᾽ ἡμῶν ἐπιβραχῶ ῥηθέντων, ὁ φιλόπονος B ἀναγνώσ τῆς θείας Γραφῆς τὰ ἐδάφη, προσπαραμοσάτω τοῖς θεωρήμασι τὰ αἰνίγματα· δοκιμάσας εἰ μὴ παραπολῷ χρείαν ἔστι πρὸς τοῦτο βλέπειν οἰεσθαι τὴν τῶν αἰνιγμάτων διάνοιαν, καὶ μὴ κατὰ τὸ προχειρώς ὑπονοούμενον. Οὐ γὰρ ἐστὶ δυνατὸν τὴν τοῦ Ἰωάννου θεολογίαν ἀληθῆ νομισθῆναι, τὴν πάντα τὰ κτισθέντα ἔργον εἶναι τοῦ Λόγου ὑμῖν ἀσαν, εἴπερ ἐνταῦθα ὁ τὴν σοφίαν κτίσας, μετ᾽ αὐτῆς καὶ τὰ ἄλλα πάντα πεποιηκέναι πιστεύοιτο. Οὐκέτι γὰρ δι᾽ ἐκείνης ἔσται τὰ πάντα, ἀλλὰ μετὰ πάντων ἐκείνη τῶν γεγονότων ἀριθμηθήσεται.