Ancient Greek
301.2
Gregorius Nyssenus Theol., Contra Eunomium 301.2
Unproofread scanNot analysed yet
Ὅτι δὲ πρὸς τοῦτο βλέπουσιν αἱ αἰνιγματώδεις φωναί, διὰ τοῦ ἐφεξῆς λόγου σαφῶς ἐκκαλύπτεται, ὃς φησι· Νῦν οὖν, υἱέ, ἀκούσον μου· καὶ, Μακάριος ὃς τὰς ἐμὰς ὁδοὺς φυλάσσει· ἵδους δηλαδὴ λέγων, τὰς πρὸς τὴν ἀρετὴν ἐφόδους, ὧν ἀρχὴ γίνεται τῆς σοφίας ἡ κτῆσις. Τίς τοίνυν πρὸς τὴν θείαν βλέπων Γραφὴν οὐχ ἀσεβεῖς τε ὁμοῦ καὶ συκοφάντας εἶναι τοὺς ἐχθροὺς τῆς ἀληθείας συνθήσεται ; Ἀσεβεῖς μὲν, ὅτι τὴν ἀρρήτον τοῦ μονογενοῦς Θεοῦ δόξαν, ὅσον ἐπ᾽ αὐτοῖς, καθελόντες, τῇ κτίσει συνάπτουσι· ἐν τῶν παρ᾽ αὐτοῦ γεγονότων ἀποδεικνύειν φιλοειχόντες τὸν Κύριον, οὗ μονογενὴς ἐστὶ κατὰ πάντων τὸ κράτος. Συκοφάντας δὲ, ὅτι μηδεμίαν αὐτοῖς τῆς Γραφῆς πρὸς τὰς τοιαύτας ὑπολήψεις ἀφορμὴν παρασχούσης, ὡς ἐκείθεν ἐπαγόμενοι τὴν μαρτυρίαν κατὰ τῆς εὐσεβείας ὁπλίζονται. Ἐπεὶ οὖν παρ᾽ οὐδενὸς ἔχουσι τῶν ἁγίων Γραφῶν ἐπιδείξαι τινα φωνήν, ἥτις τὴν προαιώνιον τοῦ μονογενοῦς Θεοῦ δόξαν μετὰ τῆς ὑποχείριου κτίσεως ὁρᾶν συμβουλεύει, καλῶς ἂν ἔχει τούτων ἡμῖν ἀποδειγνέντων τὴν προσμαρτυρηθῆναι τῷ τῆς εὐσεβείας λόγῳ κατὰ τοῦ ψεύδους τὰ νικητήρια, καὶ πάσας αὐτῶν τὰς ὀνομαστικὰς ταύτας τεχνολογίας παρασαμένους, δι᾽ ὧν συναρμόζουσι τὴν κτίσμα τῷ κτίσαντι, καὶ τὸ ποίημα τῷ ποιήσαντι· ὁμολογεῖν, καθὼς διδάσκει τὸ ἐξ οὐρα-