Ancient Greek
302.2
Gregorius Nyssenus Theol., Contra Eunomium 302.2
Unproofread scanNot analysed yet
B Φανερὰς τοίνυν τῆς πρὸς ἑαυτὸν μάχης τοῦ Εὐνομίου γεγενημένης, ἐν οἷς ἐναντία λέγων ἑαυτῷ ἀπελευθίζεται, νῦν μὲν διὰ τὸ γεννηθῆναι κατὰ φύσιν, λέγει δεῖν αὐτὸν Υἱὸν ὀνομάζεσθαι· πάλιν δὲ διὰ τὸ κτισθῆναι, μηκέτι· Υἱόν, ἀλλὰ ποίημα λέγεται. Προσῆκειν οἴμαι τὸν νοῦν ἔχοντα καὶ ἐπιστατικῶς ἐπαιοντα, ἐπειδὴ οὐχ ἐνδέχεται δύο μαχομένων ἀλλήλοις λόγων, κατὰ τὸ ἴσον ἐν ἑκατέρῳ τὸ ἀληθὲς εὑρεθῆναι, ἀποβάλλειν ἐξ ἀμφοτέρων τὸ ἀσεβὲς τε καὶ βλάσφημον, τὸ κατὰ τὸ κτίσμα λέγω καὶ ποίημα· θέσει δὲ μόνῳ τῷ πρὸς εὐσέβειαν βλέποντι τῇ κατὰ φύσιν ὁμολογοῦντι προσεῖναι τῷ μονογενεῖ Θεῷ τὴν τοῦ υἱοῦ προσῳγορίαν· ὡς ἂν καὶ διὰ τῆς τῶν ἐχθρῶν φωνῆς ὁ τῆς εὐσεβείας λόγος ἔχοι τὴν ὑστάσιν.