Ancient Greek
302.3
Gregorius Nyssenus Theol., Contra Eunomium 302.3
Unproofread scanNot analysed yet
C Λέγων δὲ πάλιν, ἀναλαβὼν ἐν δὲ ἀρχῆς αὐτοῦ παρεθέμην λόγον· Γεννηθῆναι ὄντα, φησί, τὸν Υἱὸν καὶ γέννημα λέγειν οὐ παραδοῦναι, τῆς γεννηθείσης αὐτῆς οὐσίας, καὶ τῆς τοῦ υἱοῦ προσῳγορίας, τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειωμένην σχέσιν. Τέως μένουν ὁ κριτικῶς τῶν λεγομένων ἀκούων, τοῦτος μεμνήσθω, ὅτι τὴν γεννηθεῖσαν λέγει, ὡς μηκέτι μήτε τὴν ἀγεννησίαν μήτε τὴν γέννησιν, ἀντ’ οὐσίας παραλαμβάνεσθαι· ἀλλ’ ἰδίᾳ μὲν τὴν οὐσίαν παραλαμβάνεσθαι, ἰδίᾳ δὲ τὴν γεννηθεῖσαν αὐτήν, ἢ μὴ γεννηθῆναι, διὰ τῶν ἐπιθεωρουμένων αὐτῇ ἰδιωμάτων κατανοεῖσθαι. Φιλοπονώτερον δὲ τὸν περὶ τούτου λόγον κατανοήσωμεν. Οὐσίαν γεννηθῆναι λέγει, Υἱὸν δὲ εἶναι τῆς γεννηθείσης οὐσίας τὸ ὄνομα. Ἀλλ’ ἐν τούτοις ὁ παρ’ ἡμῶν λόγος διὰ δύο τῶν ἐναντίων ἐλέγχει λόγον· ἓν δὲ μὲν τῆς κακουργίας· τὴν ἐπιχείρησιν· ἕτερου δὲ τῆς καθ’ ἡμῶν ἐπιχειρήσεως τὴν ἀτιμίαν. Κακουργεῖ μὲν γάρ, γέννησιν οὐσίας λέγων, ἵνα κατασκευάσῃ τὴν πρὸς ἀλλήλας τῶν οὐσιῶν ἐναντίωσιν, τῷ γεννητῷ τε καὶ ἀγεννητῷ πρὸς ἑτερότητα φύσεως διαχρισμένῳ. Ἐλέγχεται δὲ τῷ τῆς ἐπιχειρήσεως ἄτονῳ, δι’ αὐτῶν ὧν ἡ κακουργγία κατασκευάζεται. Ὁ γὰρ γεννηθῆναι τὴν οὐσίαν εἰπών, ἕτερόν τι τὴν γέννησιν εἶναι παρὰ τὴν οὐσίαν σαφῶς διορίζει. Ὡς μὴ ἂν τὸ σημαίνόμενον τῆς γεννηθείσης τῇ τῆς οὐσίας ἐφαρμόζοι λόγῳ. Οὐ γὰρ ὅπερ ἐν πολλοῖς κατεσυνάγε, τοῦτο καὶ ἐν τῷ μέρει τοῦτο πεποίηκεν. Ὡστε αὐτὴν εἶπεν οὐσίαν εἶναι τὴν γέννησιν, ἀλλὰ γεννηθῆναι ὁμολογεῖ τὴν οὐσίαν, ὡς διακεκριμένην ἐφ’ ἑκατέρα· φωνῆς τοῖς ἀκούουσιν ἐγενέσθαι τὴν ἐνοίαν. Ἄλλο γὰρ τὸ νῆμα γίνεται τῷ ὅτι ἐγεννήθη ἀκούσαντι, καὶ ἄλλο διὰ τοῦ τῆς οὐσίας ὀνόματος. Σαφέστερος δὲ γένοιτ’ ἂν ἡμῖν ὑπὸ τῶν ὑποδειγμάτων ὁ λόγος. Εἴπερ ἐν τῷ