Ancient Greek
303.38 to 303.53
Gregorius Nyssenus Theol., Contra Eunomium 303.38-53
Unproofread scanNot analysed yet
ἄγεννητος τὸν Ἀδὰμ ὑποστῆναι. Ἄλλα μὴν ὁ πρῶτος ἄνθρωπος, ὅλον ἔσχεν ἐν ἑαυτῷ τῆς ἀνθρωπίνης οὐσίας τὸν ὅρον, καὶ ὁ ἐξ ἐκείνου γεννηθείς, ὡσαύτως ἐν τῷ αὐτῷ τῆς οὐσίας ὑπογράφεται λόγῳ. Εἰ δὲ ἄλλη τις ἡ γεννηθεῖσα οὐσία παρὰ τὴν μὴ γεννηθείσαν κατεσκευάζετο, οὐκ ἂν ἐφ’ ἀμφοτέροις ὁ αὐτὸς τῆς οὐσίας ἔμμοσε λόγος. Ἄν γὰρ ἡ οὐσία διάφορος, τούτων οὐδὲ ὁ λόγος ἐστὶν ὁ αὐτὸς τῆς οὐσίας. Ἐπεὶ οὖν τοῖς αὐτοῖς χαρακτῆρεσι ἰδιώμασιν ἡ τε τοῦ Ἀδὰμ καὶ ἡ τοῦ Ἀβὲλ οὐσία· πᾶσα ἀνάγκη μὲν μὲν οὐσίαν ἐφ’ ἀμφοτέροις εἶναι συνιθῆσθαι· ἄλλον δὲ καὶ ἄλλον τὸν ἐν τῇ αὐτῇ φύσει δεικνύμενον. Ὁ γὰρ Ἀδὰμ καὶ ὁ Ἀβὲλ ἐν τῷ λόγῳ τῆς φύσεως, εἰς· οἱ δὲ εἰσὶν· ἐν δὲ τοῖς ἐπιθεωρουμένοις ἐκατέρῳ αὐτῶν ἰδιώμασιν, ἀσύγχυτον ἔχουσι· τὴν ἀπ’ ἀλλήλων διάκρισιν. Οὐκοῦν οὐκ ἔστι κυρίως εἰπεῖν, ὅτι ὁ Ἀδὰμ οὐσίαν παρ’ αὐτὸν ἄλλην ἐγέννησεν, ἀλλὰ μᾶλλον ὅτι ἐξ ἑαυτοῦ ἐγέννησεν ἄλλον ἑαυτόν· ᾧ πᾶς ὁ τῆς τοῦ