Ancient Greek
303.56.1 to 303.56.16
Gregorius Nyssenus Theol., Contra Eunomium 303.56.1-16
Unproofread scanNot analysed yet
γεννήσαντος οὐσίας συναπετέχθη λόγος. Ὡς οὖν ἐπὶ τῆς ἀνθρωπίνης μεμαθήκαμεν φύσεως, διὰ τῆς παρὰ τὸ ἀχρόολοθον ὑπὸ τοῦ λόγου προδειχθείσης ἡμῖν A δόξης, τοῦτο οἶμαι δεῖν καὶ ἐπὶ τὴν ἀχρηστον τῶν θεῖων δογμάτων κατανοῆσαι εἰς δόγην λαβεῖν. Πᾶσαν γὰρ σαρκώδη καὶ ὕλην ἔνοιαν τῶν θείων τε καὶ ὑψηλῶν δογμάτων ἀποσεισάμενοι, ἀσφαλεστάτην ἔχομεν διὰ τοῦ καταλειπομένου νοήματος, ὅταν ἐκκαθαρθῇ τῶν τοιούτων, τὴν ἐπὶ τὰ ὑψηλὰ τε καὶ ἀπρόσιτα χειραγωγίαν. Ὁμολογεῖται γὰρ καὶ παρὰ τῶν ἐναντίων τὸν ἐπὶ πάντων ὄντα Θεόν, Πατέρα τοῦ Μονογενοῦς καὶ εἶναι καὶ λέγεσθαι, ἀλλὰ καὶ τὸν Μονογενῆ Θεὸν τὸν ἐκ τοῦ Πατρὸς ὄντα, γεννητὸν διὰ τὸ γεννηθῆναι κατονομάζουσιν. Ἐπεὶ οὖν ἐν ἀνθρώπος τὸ τοῦ πατρὸς ὄνομα συνεισφεύγας ἔχει τινὰς ἐμφάσεις, ὧν ἡ ἀχρητος ἡλτρούμεται φύσις· πάντα προσήκει ὅσα περὶ τὴν σαρκώδη τοῦ πατρὸς σημασίαν ὕλικα νοήματα συνεισφέρεται, καταλιπόντα, θεοπρεπεῖ τινὰ διάνοιαν ἐμπεριεχὴν μόνης τῆς γνησίωτητος ἐπὶ τοῦ Θεοῦ καὶ Πατρὸς ἐντυπώσασθαι. Ἐπεὶ οὖν οὐ μόνον ὅσα ἡ σάρξ νοεῖν ὑποτίθεται τῇ τοῦ ἀνθρωπίνου πατρὸς ἐνοίᾳ συγκαταλαμβάνεται, ἀλλὰ καὶ διαστηματικὴ καὶ ἐνοία συνπεπλεγμένη πάντως τῇ ἀνθρωπίνῃ πατρότητι, καλῶς ἂν ἔχοι τῷ σωματικῷ τύπῳ καὶ τὴν διαστηματικὴν ἐνοιαν ἐπὶ τῆς θείας συναποβαλεῖν γεννήσεως, ὡς ἐν πανταχόθεν ἐκπλυνοθείσης τῆς ὕλης, ἰδιότητος, καθαρεῖσι παντὸς οὐ μόνον ἐμπάθους, ἀλλὰ καὶ διαστηματικοῦ νοήματος, ἡ ὑπερέχουσα γέννησις. Οὐκοῦν ὁ Πατέρα τὸν Θεὸν λέγων, τῷ τοῦ εἶναι τὸν Θεὸν ἐνοεῖ, καὶ τὸ τι εἶναι συμπεριλήψεται. Ἂ γὰρ ἀπὸ τινος ἀρχῆς ἐστι τὸ εἶναι, τοῦτο καὶ τὸ τι εἶναι πάντα· ἀπὸ τινος ἀρχεται· ἐφ’ οὐ δὲ τὸ εἶναι οὐκ ἤρξατο, οὐδὲ ἐτ’ ἄλλο περὶ αὐτὸν θεωρεῖται, ἀπὸ τινος τὴν ἀρχὴν ἔχει. Ἄλλὰ μὴν Πατὴρ ὁ Θεός, οὐκοῦν ἐξ ἀδίου ἐστιν ὅπερ ἐστιν. Οὐ γὰρ ἐγένετο, ἀλλ’ ἐστι· Πατὴρ ἐπὶ Θεοῦ γὰρ ἤν, καὶ ἐστι·