Ancient Greek
303.56.17 to 303.56.31
Gregorius Nyssenus Theol., Contra Eunomium 303.56.17-31
Unproofread scanNot analysed yet
καὶ ἔσται· εἰ δὲ τί ποτε μὴ ἤν, οὐτὲ ἐστιν οὐτὲ ἔσται· οὐ γὰρ τοιούτου τινὸς πιστεύεται εἶναι Πατήρ, οὐ χωρὶς εὐσεβὲς ἐστιν ἐν’ ἑαυτῷ ποτε τὸν Θεὸν εἶλειν. Ζωὴς γάρ· ἐστι· πατὴρ ὁ Πατήρ, ἀληθείας τε καὶ σοφίας, καὶ φωτὸς καὶ ἀγιασμοῦ καὶ δυνάμεως, καὶ πάντων τῶν τοιούτων, ὅσα ὁ Μονογενὴς ἐστι καὶ ὀνομάζεται. Ὅταν τοίνυν παρὰ τῶν ἐχθρῶν κατασκευάζῃται τὸ μὴ εἶναι ποτε φῶς, οὐκ οἶδα, τίνος πλείων ἐστιν ἡ ζημία, πότερον αὐτοῦ τοῦ φωτὸς, ὅταν μὴ τὸ φῶς ἦ, τῷ ὑφεχόντος, ὅταν μὴ ἔχῃ τὸ φῶς. Οὕτω καὶ περὶ τῆς ζωῆς καὶ τῆς ἀληθείας καὶ τῆς δυνάμεως, καὶ τῶν ἄλλων πάντων ὅσα τὸν πατρικὸν πληροῦν κόλπον ὁ Μονογενὴς, ἐν τῷ ἰδίῳ πληρώματι τὰ πάντα ὧν. Ἦ γὰρ καθ’ ἑκάτερόν ἐστιν ἡ ἀτοπία, καὶ τῆς κατὰ τοῦ Υἱοῦ βλασφημίας ἀντίρροπος, ἡ κατὰ τοῦ Πατρὸς ἐστιν ἀσάφεια. Ἐν γὰρ τῷ εἰπεῖν ποτε μὴ εἶναι τὸν Κύριον, οὐχ ἀπλῶς δώσεις τοῦ μὴ εἶναι τὴν δύνανιν, ἀλλὰ τοῦ Θεοῦ μὴ εἶναι λέγεις τὴν δύναμιν, τοῦ Πατρὸς τῆς δυνάμεως. Οὐκοῦν ἡ τοῦ μὴ εἶναι ποτε τὸν Υἱὸν διὰ τοῦ σοῦ λόγου κατασκευή, οὐδὲν ἄλλο ἢ παντὸς ἀγαθοῦ ἐρημίαν περὶ τὸν Πατέρα κατασκευάζει. Ὅρα τίς πρὸς ὅ τι καταστρέφει τῶν σοφῶν ἡ ἀγχοῖα. Πῶς ἀληθεύει καὶ διὰ τούτων ἡ τοῦ Κυρίου φωνή, ἡ φησιν, ὅτι· Ὁ ἀθετῶν ἐμέ, ἀθετεῖ τὸν ἀποστείλαντά με· δι’ ὧν γὰρ τὸ εἶναι ποτε τοῦ