Ancient Greek
305.3
Gregorius Nyssenus Theol., Contra Eunomium 305.3
Unproofread scanNot analysed yet
Παρίμι ταῦτα, ὡς ἂν μὴ τῇ πρὸς τὰ μικρότερα μάχη, πέρα τοῦ δόντος ὁ λόγος ἡμῖν ἐνασχολούμενος, ἀμελῆσῃ τοῦ μεῖζονος. Ἄλλ' ἐκεῖνὸ φημὶ δεῖν ἀκριβῶς κατανοῆσαι, εἰ ἡ κατὰ φύσιν σχέσις παρεῖσαται τῶν ὀνομάτων τούτων τὴν χρῆσιν· τοῦτο γὰρ ἐκεῖνος φησὶ πάντως, ὅτι τῇ τῶν προσηγριῶν οἰκειότητι καὶ τὸ κατ' οὐσίαν οἰκεῖον συμπαραεισάγεται. Οὐ γὰρ ἂν ἐφ' ἑαυτῶν ψιλὰ τὰ ὀνόματα τῆς τῶν σημαινομένων ἐμφάσεως διεξέγμένα, σχέσιν ἔχειν τινὰ πρὸς ἄλληλα καὶ οἰκειότητα φήσειεν· ἀλλ' ἐν ταῖς σημασίαις ταῖς ὑπὸ τῶν λέξεων δηλουμέναις, τὸ οἰκεῖον τε καὶ ἀλλότριον τῶν προσηγριῶν διακρίνομεν. Οὕκουν, εἰ φυσικὴν ἔχειν ὁμολογεῖ σχέσιν τὸν Υἱὸν πρὸς τὸν Πατέρα, καταλιπόντες τὰς προσηγρίας, τὴν ἐν τοῖς σημαινομένοις κατανοήσωμεν δύναμιν. Πότερον τὸ ἀλλότριον τῆς οὐσίας ἐν οἰκειότητι κατανοεῖται, ἢ τὸ συγγενὲς τε καὶ ἴδιον. Ἄλλὰ τὸ μὲν ἀλλότριον εἰπεῖν, φανερὰς μανίας ἐστίν. Πῶς γὰρ τις τῶν ξένων τε καὶ ἀκοινωνήτων συναφὴ τε καὶ οἰκειαν ἐν τοῖς ὀνόμασι διασῴζει; ταῦτα, τῆς γεννηθείσης αὐτῆς οὐσίας, καθὼς φησὶ, καὶ τῆς τῷ Υἱοῦ προσηγρίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκείαν μέτρῃ σχέσιν; Ἡ δὲ τὸ οἰκεῖον διὰ τῶν προσηγριῶν τούτων ἀποσ-