Ancient Greek
306.1
Gregorius Nyssenus Theol., Contra Eunomium 306.1
Unproofread scanNot analysed yet
A μαίνεσθαι λέγω, συνηγορος ἐξ ἀνάγκης τοῦ κοινοῦ τῆς οὐσίας ἀναφανήσεται διὰ τῆς τῶν ὀνομάτων οἰκειότητος. Καὶ τὸ τῶν ὑποκειμένων συναφὲς κατασκευάζων σημαίνεσθαι, καὶ τοῦτο πολλοῦ τῆς λογογραφίας ποιῶν οὐχ ἐπίσταται. Δι’ ὧν γὰρ ἐπιχειρεῖ καθαίρειν τὴν ἀλήθειαν, ἀκούσις πολλάκις καθελύκεται πρὸς συνηγορίαν τῶν πολεμουμένων δογμάτων. Οὐδὲν γὰρ περὶ τοῦ Σαοὺλ ἐκ τῆς ἱστορίας ἠκολάσαμεν, ὅτι θυμῷ ποτε κατὰ τῶν προφητεύσων χωνύμενος, ἔστιν τῆς χάριτος, καὶ τῶν θεοφρονομένων εἰς ἧν τοῦ προφητικοῦ πνεύματος, ὡς οἶμαι, δι’ ἑαυτοῦ τὴν ἀποστάτιν παιδεύσαι θελήσας. Ὦθεν τὸ παράλογον τῆς συντυχίας παροιμία τῷ μετὰ ταῦτα γένει βίῳ, θαυμαστικῶς τῆς ἱστορίας τὸ τοιοῦτο διεξιούσης, Εἰ καὶ Σαοὺλ ἐν προφήταις ;