Ancient Greek
311.1
Gregorius Nyssenus Theol., Contra Eunomium 311.1
Unproofread scanNot analysed yet
A τῆς τῶν υἱῶν προσῳγορίας εὐαρμόστως ἔχούσης. Τὴν μὲν γὰρ υἱοὺ τοῦ Ἡλὲι κληθῆναι, τὸ κατὰ φύσιν συγγενὲς πρὸς ἐκεῖνον ἔχειν ἐμαρτυρήθουν. Δοῖμοι δὲ υἱοὶ κακονομίαςθέντες, ἐπὶ τῇ τῆς προαιρέσεως μοχθηρίᾳ κατηγορήθουν, ὡς οὐχὶ τὸν πατέρα ζηλοῦντες τῷ βίῳ, ἀλλὰ τῇ κακίᾳ τὴν προαίρεσιν ἑαυτῶν ὁμειώσαντες. Ἐπὶ μὲν οὖν τῆς κάτω φύσεως, καὶ πᾶν καθ' ἡμᾶς πραγμάτων, διὰ τὸ πρὸς ἑκάτερον ἐπιρροπῶς τὸ ἀνθρώπινον ἔχειν, πρὸς κακίαν λέγω καὶ ἀρετήν, ἐφ' ἡμῖν ἐστιν, ἡ νυκτὸς ἡ ἡμέρας υἱοὺς γενέσθαι, μενούσης κατὰ τὸ προηγούμενον ἐν τοῖς ἰδίοις ὅροις τῆς φύσεως. Οὔτε γὰρ ὁ διὰ κακίαν ὀργῆς τέκνον γενόμενος τῆς ἀνθρωπίνης τῆς προαιρέσεως ἑαυτὸν ὁμειώσας, τὸ ἐξ ἀνθρώπων φύσαι διὰ τῆς ἀτειώτητος τῶν ἐπιτηδευμάτων ἀπέωστο· ἀλλὰ τῆς φύσεως ἐφ' ἑκατέρων ἑστῶσης, οἱ κατὰ τὰς προαίρεσεις διαφοραὶ τὰ ὀνόματα τῆς οἰκειότητος ὑποδίδωσι· ἡ θεοῦ τέκνα δι' ἀρετῆς, ἡ τοῦ ἀντικειμένου διὰ κακίας γινόμενοι.