Ancient Greek
311.2
Gregorius Nyssenus Theol., Contra Eunomium 311.2
Unproofread scanNot analysed yet
Ἐπὶ δὲ γε τῶν θείων δογμάτων· οἱ τὴν φυσικὴν διασώζων τάξιν Εὐνόμιος· αὐτοῖς γὰρ χρῶμαι τοῦ λογογράφου τοῖς ῥήμασι· καὶ τοῖς ἄνωθεν ἐγνωμένοις ἐμμένων, καὶ γεννητὸν ὄντα γέννημα λέγειν οὐ παραιτούμενος· τῆς γεννηθείσης αὐτῆς, ἔς φησι, οὐσίας, καὶ τῆς τοῦ υἱοῦ προσῳγορίας τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειουμένην σχέσιν· πῶς ἄλλοτροι τῆς κατ' οὐσίαν οἰκειότητος ὁ γεννηθεὶς τοῦ γεννήσαντος; ἐπὶ μὲν γὰρ τῶν ἐπὶ διαβολῆς λεγομένων υἱῶν ἡ γεννημάτων, ἡ πάλιν ἐφ' ὧ ἐπαινὸς τις παραμαρτεῖ τοῖς τοιούτοις ὀνόμασι, οὐκ ἔστιν εἰπεῖν ὅτι ἀληθῶς τις παρὰ τῆς ὀργῆς γεννηθείς, τέκνον ὀργῆς προσῳγορεῖται· οὐδ' αὖ πάλιν ἡμέραν τις σωματικῶς ἔσχεν ἑαυτοῦ μητέρα, ὥστε υἱὸς ταύτης ὀνομασθῆναι· ἀλλ' ἡ τῶν προαιρέσεων διαφορὰ ποιεῖται τὰ τῆς τοιαύτης συγγενείας ὀνόματα. Ἐνταῦθα δὲ φησιν ὁ Εὐνόμιος· ὅτι Γεννητὸν ὄντα τὸν υἱὸν γέννημα λέγειν οὐ παραιτούμεθα· τῆς γεννηθείσης, φησι, οὐσίας καὶ τῆς τοῦ υἱοῦ προσῳγορίας τὴν τοιαύτην τῶν ὀνομάτων σχέσιν οἰκειουμένης. Εἰ οὖν διὰ τὴν ἀληθῶς γέννημα εἶναι τὸν υἱὸν ὁμολογεῖ τὴν τοιαύτην τῶν ὀνομάτων οἰκειοῦσθαι σχέσιν, πῶς ἔχει; χαῖρον ἐκαραμζεῖν τὴν τοιαύτην τῶν ὀνομάτων αἰτίαν τοῖς τε κατὰ μεταφορὰν, ἐκ καταχρήσεως λεγομένοις, καὶ οἷς ἡ φυσικὴ σχέσις, καθὼς φησιν ὁ Εὐνόμιος, τὴν τοιαύτην οἰκειοῦσθαι κλῆσιν; Οὐκοῦν ἐπὶ μόνων ἀληθῶς τῷ τοιούτῳ ἐστιν, οἷς μεθόριος πρὸς ἀρετὴν τε καὶ κακίαν ἡ φύσις· ἐφ' ὧν πολλάκις τὰ ἐναντία τῆς μεταλαμβάνει τῶν ὀνομάτων, νῦν μὲν φωτὸς, πάλιν δὲ σκότους, διὰ τῆς πρὸς τὸ πρὸς τὸ ἐναντίον οἰκειώσεως, τέκνον γινόμενος. Ὅπου δὲ τὸ ἐναντίον χώραν οὐκ ἔχει, οὐχὲς ἄν τις τοῦ υἱοῦ τὴν φωνὴν ἐκ μεταφορᾶς ἐπισημίζεσθαι λέγοι, καθ' ὁμοιότητα τῶν διὰ προαιρέσεως οἰκειουμένων τὴν κλῆσιν. Οὐ γὰρ ἄν