Ancient Greek
312.1.18 to 312.1.22
Gregorius Nyssenus Theol., Contra Eunomium 312.1.18-22
Unproofread scanNot analysed yet
Καὶ ὅτι ταῦτα ἀληθῆ λέγω, καὶ οὐ παραστοχάζομαι τοῦ σκοποῦ τῶν ὑπεναντίων, φανερὸς ἐστιν ἐξ αὐτῶν ὧν κατεχειροῦσι τῆς ἀληθείας μαθεῖν. Τοιαῦτα γὰρ ἐστιν &παρ' αὐτῶν ἐπὶ κατασκευήν τῆς βλασφημίας προφέρεται, ὅτι πολλὰ τοῦ Μονογενοῦς ὀνόματα παρὰ τῆς θείας Γραφῆς ἐδιδάχθην, λίθον, δέξιν, πέτραν, θεμέλιον, ἄρτον, ἄμπελον, θύραν, ὀδόν, ποιμένα, πηγὴν, ξύλον, ἀνάστασιν, διδάσκαλον, φῶς, καὶ ἄλλα τοιαῦτα πολλά· ἀλλ' οὐδὲν τούτων κατὰ τὴν πρῴχειρον σημασίαν εὐσεβὲς ἐστιν ἐπὶ τοῦ Κυρίου νοοῦσθαι λέγειν. Ἡ γὰρ ἄν ἐξ τῶν ἀπομυτάτων, τὸ ἀσώματόν τε καὶ ἀδύλον, ἀπλῶν τε καὶ ἀσχημάτιστον, ταῖς ἐμφαινομέναις τισὶ τῶν ὀνομάτων σημασίαις διαμορφοῦσθαι νομίζειν. "Απες δέξιν ἀκούσας, τὸ τοιοῦτο σχῆμα τοῦ στήθους νοεῖν, ἢ φῶς τὸ ἐναέριον, ἢ ἄμπελον τὴν ἐκ φυτείας κλημάτων, ἢ τι τῶν ἄλλων ἕκαστον, καθὼς ἡ συνήθεια νοῦν ὑποτίθεται, ἀλλ' ἐπὶ τὸ θεοπρεπέστερον τὰς τῶν ὀνομάτων τοῦτων μετενεγκόντες ἐμφάσεις, ἄλλο τι νοοῦμεν, κλῆν