Ancient Greek
313.1
Gregorius Nyssenus Theol., Contra Eunomium 313.1
Unproofread scanNot analysed yet
οὐτω κατνομάζομεν, οὐχ ὡς δυνα τι τούτων κατὰ τὸν λόγον τῆς φύσεως, ἀλλ’ ὡς ταῦτα μὲν λεγόμενον, ἄλλο δὲ τι παρὰ ταῦτα διὰ τῶν λεγομένων νοούμενον. Εἰ δὲ τὰ τοιαῦτα τῶν ὀνομάτων καὶ ἀληθῶς ἐπιλέγεται τῷ μονογενεῖ Θεῷ, καὶ τῆς φύσεως οὐ περιέχει τὴν ἔνδειξιν, ἀκόλουθον εἶναι λέγουσι, μηδὲ τοῦ υἱοῦ τὸ σημαίνόμενον, κατὰ τὴν ἐπικρατοῦσαν συνήθειαν εἰς τὴν τῆς φύσεως ἑρμηνείαν παραλαμβάνειν, ἀλλ’ ἐξευρίσκειν τινὰ σημασίαν ταύτης τῆς φωνῆς, ἐξῆραν παρὰ τὴν κοινὴν τε καὶ πρόχειρον. Ταῦτα καὶ τὰ τοιαῦτα φιλοσοφοῦσι, πρὸς κατασκευὴν τοῦ μὴ εἶναι τὸν Υἱόν, ὅπερ ἐστὶ τε καὶ λέγεται. Ἡμῖν δὲ πρὸς ἕτερον μὲν ἤν σπεύδων ὁ λόγος, τὴν πρόσφατον τοῦ Εὐνομίου λογογραφίας δείξαι ψευδῆ καὶ ἀσύστατον, καὶ οὔτε πρὸς τὴν ἀλήθειαν, οὔτε πρὸς ἑαυτὴν συμφωνοῦσαν. Ἐπεὶ δὲ δι’ ὧν κατηγοροῦμεν τοῦ δόγματος αὐτῶν, οἷον τις συνηγορία τῆς βλασφημίας ἐπείστῃ τῷ λόγῳ· καλῶς ἂν ἔχοι περὶ τούτου πρότερον ἐν ὀλίγῳ διαλαβεῖν, εἰθ’ οὕτως ἐπὶ τὴν ἀκολουθίαν τῶν γεγραμμένων ἐπανελθεῖν.