Ancient Greek
313.2
Gregorius Nyssenus Theol., Contra Eunomium 313.2
Unproofread scanNot analysed yet
Τί τοίνυν ἐστὶν εἰπόντας πρὸς τὰ τοιαῦτα μὴ διαμαρτεῖν τοῦ προσήκοντος; Ὅτι πολλῶν ὄντων, καθὼς κάκεῖνοι φασί, τῶν ὀνομάτων, ἀ τῷ Μονογενεῖ παρὰ τῆς Γραφῆς ἐπιλέγεται, οὐδὲν τῶν ἄλλων τῇ πρὸς τὸν γεγεννηκότα ῥαμὲν ἀναφορὰ τὸ προσφὲς ἔχει. Οὐ γὰρ ὡσπερ Υἱὸν τοῦ Πατρὸς, οὕτως ἢ λίθον, ἢ ἀνάστασιν, ἢ ποιμένα, ἢ φῶς, ἢ τι τῶν ἄλλων ἐπὶ τὸν Θεὸν ὅλων ἐπαναφέροντες λέγομεν. Ἄλλ’ ἐστὶν οἷον τέχνην τινὰ καὶ κανόνι διχῇ διελέσθαι τῶν θείων ὀνομάτων τὴν σημασίαν. Τὰ μὲν γὰρ τῆς ὑψηλῆς τε καὶ ἀρράστου δόξης τὴν ἔνδειξιν ἔχει, τὰ δὲ τὸ ποικίλον τῆς προνοητικῆς οἰκονομίας ἐνδείκνυται· ὥστε καθ’ ὑπόθεσιν, εἰ μὴ τὸ εὐεργετούμενον εἴη, μηδὲ τὰς φωνὰς ταύτας ἐπ’ αὐτῶν τετᾶθαι, αἱ τὴν εὐεργεσίαν ἐνδείκνυνται. Ὅσαι δὲ τὸ θεοπρεπὲς ἑρμηνεύουσι, καὶ δίχα τῶν οἰκονομουμένων προσώπων καὶ κυρίως ἐξαριζονται τῷ μονογενεῖ Θεῷ. Ὡς δ’ ἂν ἐναργέστερον ἡμῖν ἐκκαλυφθεῖ τὸ τοιοῦτο δόγμα, ἐπ’ αὐτῶν ἔσται τῶν ὀνομάτων ἡ θεωρία. Οὐχ ἂν ἀμπελὸς ὀνομάσθη ὁ Κύριος, εἰ μὴ τῆς φυτείας χάριν τῶν ἐν αὐτῷ ριζουμένων· οὐδ’ ἂν ποιμήν, εἰ μὴ τὰ πρόβατα τοῦ οἴκου Ἰσραὴλ ἀπολῦλε· οὐδ’ ἰατρός, εἰ μὴ τῶν νοσούντων χάριν, οὐδὲ τὰ λοιπὰ τῶν ὀνομάτων ἐφ’ ἑαυτοῦ κατεδέχετο, μὴ διὰ τινὸς προνοητικῆς ἐνεργείας προσφορᾶς ἐπὶ τὸν εὐεργετούμενον τὰς φωνὰς οἰκειοῦμενον. Τί γὰρ δεῖ τὰ καθ’ ἕκαστον λέγοντα μηκύνειν ἐν τοῖς ὁμολογουμένοις τὸν λόγον; Υἱὸς δὲ καὶ Δεξιὰ, καὶ Μονογενής, καὶ Λόγος, καὶ Σοφία, καὶ Δύναμις, καὶ τὰ τοιαῦτα πάντα ὅσα πρὸς τι λέγεται, καθάπερ ἐν συζυγίᾳ τινὶ σχετικῇ τῷ Πατρὶ πάντων συνομαζόμενος· λέγεται. Θεοῦ γὰρ δύναμις ὀνομάζεται, καὶ Θεοῦ δεξιὰ, καὶ Θεοῦ σοφία, καὶ Πατρὸς Υἱός, καὶ Μονογενής, καὶ Λόγος πρὸς τὸν Θεόν, καὶ ὅσα τοιαῦτα. Οὐκοῦν ἀκόλουθον ἐκ τῶν εἰρημένων ἑκάστου τῶν ὀνομάτων καταληφθῆναι τινὰ τὴν ὑποκειμένην, καὶ πρόπτυσαν ἐνὸντοῦσαν σημασίαν· ὡς ἂν μὴ τῷ διαμαρτεῖν τῆς ὀρθῆς διανοίας περὶ τὸν τῆς εὐσεβείας πλήμμελῆσαιμεν λόγον. Ὡσπερ τοίνυν