Ancient Greek
317.1
Gregorius Nyssenus Theol., Contra Eunomium 317.1
Unproofread scanNot analysed yet
σάρκας εἰς τὸ εἶναι πάροδος ὀλιχή τις ἐστὶ καὶ διὰ πάθους προάγεται, τὸ δὲ ἀσώματον, καὶ ἀναφές, καὶ ἀνέθεον, καὶ τῆς ὀλίσθους ἐπιμείξεως ἐλευθέρον, πάσης διαθέσεως ἐμπαθοῦς ἡλατρωμένον· θεωρήσαι προσήκει περὶ ποίας γεννήσεως ἡ ζήτησις ἦν, τῆς ἀνεράτου καὶ θείας, ἢ τῆς ἐμπαθοῦς καὶ ῥυπώτης. Ἄλλ’ οὐχ ἄν τις εἴποι, τὸ μὴ περι τοῦ μονογενοῦς Θεοῦ τὴν προαίμιαν ὑπαρξιν προκείσθαι τῇ θεωρίᾷ τοῦ λόγου. Τί οὖν ἐμφιλοχωρεῖ τῇ σωματικῇ ταύτῃ φυσιολογίᾳ ἐν τῇ βδελυρᾷ τοῦ λόγου διασκευῇ, καταρρυθμαίνων τὴν φύσιν, καὶ τὰ περὶ τὴν ἀνθρωπίνην γέννησιν πάθη δημοσιεύων, καταλιπὼν τὴν προκειμένην ὑπόθεσιν; Οὐ γὰρ τὴν ζωώδη ταύτην γέννησιν τὴν διὰ σαρκὸς συνισταμένην μαθεῖν ἐδεόμεθα. Τίς γὰρ οὕτως ἠλίθιος, ὡς ἐαυτὸν βλέπων καὶ νοῶν ἐν ἑαυτῷ τὸ ἀνθρώπινον, ἄλλην ἐρμηνείαν τῆς ἑαυτοῦ ζητεῖν φύσεως, καὶ δεῖσθαι μαθεῖν τὰ ἀναγκαῖα πάθη ὅσα τῇ γεννήσει συνδιαπρεῖται τοῦ σώματος; Ὅτι ἄλλως μὲν οἱ τίκτοντες, ἕτερος δὲ τὸ τιττόμενον ἐν πάθει γίνεται, ὡς ἄν μάθοι ἐκ τῆς διδασκαλίας ταύτης ὁ ἄνθρωπος, ὅτι αὐτὸς τὲ διὰ πάθους γεννᾶ, καὶ πάθος αὐτῷ τῆς γεννήσεως ἦρξατο. Ταῦτα γὰρ καὶ σιωπώμενα καὶ λεγόμενα, τὸ ἴσον ἔχει, κἂν τις διεξιὼν δημοσιεύων τὰ κρύφια, κἂν συγκαλύπτει τῇ σιωπῇ τὰ ἀπόρρητα, τὸ διὰ πάθους προεῖναι τὴν φύσιν ἡμῶν οὐκ ἠγνοήσαμεν· ζητοῦμεν δὲ περὶ τῆς ὑψηλῆς καὶ ἀφράστου περὶ τοῦ Μονογενοῦς ὑπάρξεως, καθ’ ἣν ἐκ τοῦ Πατρὸς εἶναι πεπίστευται, σαφηνισθῆναι τὸν λόγον.