Ancient Greek
317.2
Gregorius Nyssenus Theol., Contra Eunomium 317.2
Unproofread scanNot analysed yet
Ταύτης τοίνυν προκειμένης τῆς ἐξετάσεως, ὁ καινὸς θεολόγος δεῦναι καὶ πάθος καὶ ὀλιχὴν αἰτίαν, καὶ ἐνέργειάν τινα ῥύπου μὴ καθαρεύουσαν, καὶ ἐξωθεν ἐπιρρέουσαν χορηγίαν, καὶ πάντα τὰ τοιαῦτα τῷ λόγῳ προσετίθησιν. Οὐκ οἶδα τί παθὼν οὗτος ὑπερβάλλοντι τῆς σοφίας μηδὲν τῶν ἀλητῶν ἐξω τῆς ἑαυτοῦ γνώσεως καταλιπθῆναι λέγων, καὶ τὴν ἀρρήτον τοῦ Υἱοῦ γέννησιν ἐπαγγελλόμενος, ἀποστὰς τῶν προκειμένων, ἐγχέλιος δίχην εἰς τὸν ὀλιώδη βόρβορον τῶν λογισμῶν καταδύεται· κατὰ τὸν νυκτερινὸν ἐκεῖνον Νικόδημον, ὃς τὴν ἄνωθεν γέννησιν τοῦ Κυρίου διδάσκοντος πρὸς τὸν ἐν μήτρα κῶλον τοὺς λογισμοὺς κατεσύρετο· καὶ πῶς ἄν ἐκ δευτέρου πάλιν ἐντὸς τῆς νηδύος γένοιτο, διηπόρει, λέγων· Πῶς δύναται τοῦτο γενέσθαι; νομίζων τὸ μὴ δύνασθαι τὸν πρεσβύτην διὰ σπλάγχνα πάλιν χωροφηθῆναι μητρός, τὴν πνευματικὴν γέννησιν διελύξειν ἀδύνατον. Ἄλλ’ ἄκαλεῖν τὴν πεπλανημένην ὑπόληψιν διορθοῦται ὁ Κύριος, δίμιχα λέγων εἶναι τὰ τῆς σαρκὸς καὶ τοῦ πνεύματος ἰδιώματα. Καὶ οὕτως ἑαυτὸν ἐν τοῖς ὁμοίοις, εἰ βούλεται, διορθώσθω. Δεῖ γὰρ, οἶμαι, τὸν φροντιστὴν τῆς ἀληθείας ἐκ τῶν ἰδίων θεωρεῖν τὸ προκειμένον, μὴ διὰ τῶν ὀλιχῶν κατηγορίας διαβάλλειν τὸν ὅσιον. Εἰ γὰρ ἄνθρωπος, ἢ βοῦς, ἢ ἄλλο τι τῶν διὰ σαρκὸς τιττομένων οὐ καθαρεῖς πάθους γεννᾶ τὸ γεννώμενον· τί τοῦτο πρὸς τὴν ἀπαθὴ καὶ ἀκήρατον φύσιν; Οὐδὲ γὰρ τὸ θνητὸς ἡμᾶς εἶναι, τὴν ἀθανασίαν τοῦ Μονογενοῦς παραγράφεταί·