Ancient Greek
320.1
Gregorius Nyssenus Theol., Contra Eunomium 320.1
Unproofread scanNot analysed yet
ὁρους καὶ μέτρους διαλαμβάνεται. Οὐ γὰρ ἂν τις ἐπη, μὴ πάσης τοῦ Πατρὸς τῇ θεότητι συνδυωρισθαι τὸν Λόγον, ὡς ἂν μὴ τοῦ Θεοῦ τὸ μὲν ἐν Λόγῳ εἱη, τὸ δὲ γυμνὸν τοῦ Λόγου ἐλέγχοντο. Πάλιν πατρικῇ τοῦ Ἰωάννου φωνῇ, πάλιν τῶν νηπιακῶν τῶν νειται τὴν ἀκοὴν ὁ εὐαγγελιστὴς τῷ χρυγῳματι· οὐτω τοσοῦτον ἠξέβημεν ἐν ταῖς πρώταις φωναῖς, ὡς Υἱὸν ἀκούσαντες οὐκ ἐν ὀλισθόμεν, διὰ τῆς συνήθους ἐμφράσεως. Διὰ τοῦτο πάλιν ὁ χρυσὲ ἀνασβὼν ἐν τῇ τρίτῃ φωνῇ ἐπὶ Λόγον οὐχ Υἱὸν ἀνέκρυψεν, εἰπὼν Καὶ Θεὸς ἦν ὁ Λόγος. Πρῶτον εἶπεν ἐν ᾧ ἦν, εἶτα πρὸς τίνα ἦν, νῦν τί ἐστιν λέγει. Διὰ τῆς τρίτης ἐπαναλήψεως τελεῖ τὸν σκοπὸν τοῦ χρυγώματος. Οὐ γὰρ Λόγον, φησὶ, τινὰ τῶν κατὰ τὸ πρόχειρον νοουμενων, ἀλλὰ Θεὸν κηρύσσω ἐν τῷ τοῦ Λόγου προσρήματι· οὕτως γὰρ ὁ Λόγος, ὅς ἐν ἀρχῇ ἦν, καὶ πρὸς τὸν Θεὸν ἦν, οὐκ ἄλλο τι παρὰ τὸν Θεὸν ἦν, ἀλλὰ καὶ αὐτὸς Θεὸς ἦν. Καὶ συνεχῆς διὰ τῆς ἐπαναλήψεως ἐπακμάζων ταῖς μεγαλοφωναῖς ὁ χρυσὲ, τοῦτον λέγει τὸν Θεὸν τὸν ἐν τῷ χρυγῳματι προδηλούμενον. Τοῦτον εἶναι δι’ οὗ τὰ πάντα ἐγένετο, καὶ ζωὴν εἶναι, καὶ φῶς ἀνθρώπων, καὶ φῶς ἀληθινὸν ἐν σκότει λάμπον, καὶ ὑπὸ τῆς σκοτίας οὐκ ἀμαρρώμενον, τοῖς ἰδίοις ἐπιδημοῦντα, καὶ ὑπὸ τῶν ἰδίων οὐ λαμβανόμενον, καὶ σάρκα γεγόμενον, καὶ διὰ τῆς σαρκὸς τὴν ἀνθρωπίνην κατασκηνοῦντα φύσει. Καὶ τοιαῦτα προδιελθὼν καὶ τοιαῦτα, τότε Πατέρα λέγει, καὶ Μονογενῆ ὀνομάζει, ὅτε οὐκέτι κίνδυνος ἦν τις τῶν διὰ τοσούτων ἐκκθαμβημένων, πρὸς τινὰ ρυπῶσαν κατολισθῆναι διάνοιαν, ἐκ τῆς τοῦ Πατρὸς σημασίας· Ἐθεασάμεθα γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός.