Ancient Greek
320.2
Gregorius Nyssenus Theol., Contra Eunomium 320.2
Unproofread scanNot analysed yet
Εἰπὲ πρὸς ταῦτα τῷ εὐαγγελιστῇ, εἴπὲ τὰ σοφὰ σου ταῦτα, Εὐνόμιος, ὅτι πῶς Πατέρα, καὶ πῶς Μονογενῆ κατονομάζεις τῷ λόγῳ; Πάσης σωματικῆς γεννήσεως διὰ πόνου ἐνεργουμένης. Ἀποκρίνεται σοι πάντως ὑπὲρ αὐτοῦ ἡ ἀλήθεια· ὅτι ἄλλο Θεολογίας ἐστὶ μυστήριον, καὶ ἄλλη τῶν μευστῶν σωμάτων φυσιολογία. Πολλὸς τῷ μέσῳ ἀπ’ ἀλλήλων ταῦτα διαστεῖχεται· τί συνάπτεις διὰ τοῦ λόγου τὰ ἀμικτα; Πῶς τῷ ρυπῶντι λόγῳ τὸ καθαρὸν μολύνεις τῆς θείας γεννήσεως; Πῶς διὰ τῶν παθῶν τοῦ σώματος τεχνολογεῖς τὸ ἀπαθον; Μὴ ἐκ τῶν κάτω φυσιολογῇ τὰ ἄνω. Υἱὸν Θεοῦ κηρύσσω τὸν Κύριον, ὅτι καὶ τὸ ἐξ οὐρανῶν Εὐαγγέλιον διὰ τῆς φωτεινῆς νεφέλης οὕτως ἐκήρυξεν· Οὗτος γὰρ, φησίν, ὁ Υἱός μου ὁ ἀγαπητός. Οὐ μὲν ἐπεὶ τὸν Υἱὸν ἐδίδαξεν, πρὸς τὰς ἴδως τοῦ υἱοῦ σημασίας καθεῖλκύσθην ἐκ τοῦ ἀνάματος, ἀλλὰ καὶ ἐκ τοῦ Πατρὸς οἶδα, καὶ ἐκ τοῦ πάθους οὐκ οἶδα. Ἐγὼ δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσθήσω· ὅτι οἶδὰ τινα καὶ σωματικὴν γέννησιν καθαρεύουσαν πάθους, ὡς καὶ ἐν τούτῳ ψευδὴ τοῦ Εὐνομίου τῆς σωματικῆς γεννήσεως τὴν φυσιολογίαν