Ancient Greek
323.1
Gregorius Nyssenus Theol., Contra Eunomium 323.1
Unproofread scanNot analysed yet
οὐκ ἀρνήσονται. Ἄλλὰ μὴν οὐδὲς τῶν σωφρονοῦντων τῇ κτίσει προσμαρτυρεῖ τὴν θεότητα. Οὐκ ἄρα καὶ σιωπῇ τὸ λειπόμενον, ὡς να μὴ χρησαίμι τῇ τῶν ἐχθρῶν βλασφημίᾳ τὴν γλῶσσαν. Ἐκεῖνοι λεχθέντων τὸ ἐκ τῆς ἀκολουθίας ἐπιφερόμενον, οἷς τὸ στόμα πρὸς τὴν βλασφημίαν καταγεγύμνασται. Ὁ δὲ λόγος καὶ σιωπῶντων δηλός ἐστι. Δύο γὰρ τὸ ἕτερον ἐξ ἀνάγκης ἔσται, ἢ φανερῶς ἀποχειροτονοῦσι τὸν μονογενῆ Θεόν, ὥστε μηκέτι παρ' ἐκείνοις καὶ εἶναι τοῦτο καὶ λέγεσθαι· ἢ εἰ προσμαρτυροῦσιν αὐτῷ τὴν θεότητα, καὶ πάσῃ τῇ κτίσει τὸ ἴσον προσμαρτυρήσουσιν· ἢ τὸ λειπόμενον, φεύγοντες τὴν ἐφ' ἑκάτερα προαινομένην ἀσέβειαν, ἐπὶ τὸν εὐσεβῆ καταφεύξονται λόγον, ὅτι τὸ μὴ κτιστὸν εἶναι πάντως συγκαταθήσονται, ἵνα Θεὸν αὐτὸν ἀληθῶς εἶναι ὁμολογήσωσι.