Ancient Greek
321.2
Gregorius Nyssenus Theol., Contra Eunomium 321.2
Unproofread scanNot analysed yet
Καὶ τοῦτο δείκνυσιν περιφανῶς δι' ὧν τοῖς εἰρημένοις ἐπαγωνίζεται λέγων, γεγενῆσθαι παρὰ τοῦ Πατρὸς τοῦ Υἱοῦ τὴν οὐσίαν, οὐ κατὰ ἔκτασιν προβληθεῖσαν, οὐ κατὰ ρεῦσιν τῇ διαιρέσει τῆς τοῦ γεννήσαντος συμφυίας ἀποσπασθεῖσαν, οὐ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατὰ ἀλλοίωσιν μορφωθεῖσαν, μόνῃ δὲ τῇ βουλῇ τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν. Τίς γὰρ ἀγνοεῖ διὰ τούτων τῶν μὴ παντελῶς μεμιγμένων τὰ τῆς ψυχῆς αἰσθητήρια, ὅτι μέρος τῆς κτίσεως ὁ Υἱὸς εἶναι διὰ τῶν εἰρημένων παρὰ τοῦ Εὐνομίου κατασκευάζεται; Τί γὰρ κωλύει ταῦτα πάντα, καθὼς ἔστιν ἐπὶ λέξεως, καὶ περὶ τῶν ἄλλων ἑκάστου τῶν ἐν τῇ κτίσει θεοργουμένων εἰπεῖν; Καὶ εἰ δοκεῖ, συναρμόσωμεν τινὶ τῶν κατὰ τὴν κτίσιν φαινομένων τὸν λόγον· κἂν μὴ τὴν αὐτὴν ἀκολουθίαν ἔχει, καθ' ἡμῶν αὐτῶν καὶ τὴν ψῆφον τὸν λόγον ἐξοίσωμεν, ὡς ἐπηρεαστικῶς, καὶ οὐ μετὰ τῆς πρεπούσης τῇ ἀληθείᾳ φροντίδος ἐξεταζόντων τὸν λόγον. Ὑπαλλάξαντες τοίνυν τὸ ὄνομα τοῦ Υἱοῦ, τὸν ἐπὶ λέξεως ἀναγνωσόμεθα λόγον· φαμέν γὰρ γεγενῆσθαι παρὰ τοῦ Πατρὸς τῆς γῆς τὴν οὐσίαν, οὐ κατ' ἔκτασιν ἡ διαιρέσει τῆς τοῦ γεννήσαντος συμφυίας ἀποσπασθεῖσαν, οὐδὲ κατὰ αὔξησιν τελειωθεῖσαν, οὐ κατ' ἀλλοίωσιν προβληθεῖσαν, μόνῃ δὲ τῇ βουλῇ τοῦ γεννήσαντος τὸ εἶναι λαχοῦσαν. Μὴ τίς ἐστι τῶν εἰρημένων πρὸς τὴν τῆς ὑποστάσιν ἀναρμοστία; Οὐδένα ἂν οἴμαι τοῦτο εἰπεῖν· οὔτε γὰρ ἐκταθεὶς ὁ Θεὸς τὴν γῆν προεβάλετο, οὔτε ρεὺς ἢ τεμὼν ἑαυτὸν τὴς πρὸς ἑαυτὸν συμφυίας τὴν οὐσίαν ταύτης ὑπέστησεν· οὔτε ἐκ μικροῦ πρὸς μέγεθος διὰ τῆς κατ' ὀλίγον αὔξεως ἐτελείωσεν· οὔτε τινὰ τροπὴν ἢ ἀλλοίωσιν ὑποστάς εἰς τὸ τῆς γῆς εἶδος διεμορφώθη· ἀλλ' ἠρκεσεν αὐτῷ πρὸς ὑπόστασιν τῆς τῶν γεγονότων οὐσίας ἡ βούλησις. Αὐτὸς γὰρ εἶπε, καὶ ἐγεννήθησαν· ὥστε καὶ τὸ τῆς γεννήσεως ὄνομα μὴ ἀπάδειν τῆς κατὰ τὴν γῆν ὑποστά-