Ancient Greek
327.1 to 327.36
Gregorius Nyssenus Theol., Contra Eunomium 327.1-36
Unproofread scanNot analysed yet
κυρίως ὀνομασθήσεται :ὡς ἀκυρον κατὰ πάντα καὶ παρέλκουσαν εἶναι τοῦ πρωτοτόκου τὴν προσηγορίαν, ἐπὶ τῆς αἱρετικῆς ἐννοίας χώραν οὐχ ἔχουσαν. Ἄλλ' ἐπανειπόν πρὸς τοὺς τῇ θείᾳ γεννήσει τὸ πάθος συνάπτοντας, καὶ διὰ τοῦτο ἀπαρνουμένους τὸ ἀληθῶς γεννηθῆναι τὸν Κύριον, ἵνα μὴ πάθος νοήσωσι. Τὸ γὰρ λέγειν ὅτι συνέζευκται πάντων τῇ γεννήσει τὸ πάθος, καὶ διὰ τοῦτο χρήσαι τὸς κατὰ τὴν γέννησιν ὑπολήψεως ἀλλοτρίως ἔχειν τὸν Υἱὸν ὀλεσθαι, ὡς ἂν καθαρῶς ἔξω πάθους διαμένου τὸ Θεῖον, τοῖς μὲν εὐεξαπαθήτοις ἴσως ἂν τινα λόγον ἔχειν δοκοῖ· τοῖς δὲ πεπαιδευμένοις τὰ θεῖα μυστήρια πρόχειρος ἐκ τῶν ὁμολογουμένων ὁ ἔλεγχος. Τίς γὰρ οὐκ οἶδεν, ὅτι γέννησις ἡμᾶς εἰς τὴν ἀληθινὴν τε καὶ μακαρίαν ἀνάγει ζωήν, οὐχ ἡ αὕτη οὖσα τῇ ἐξ αἱμάτων καὶ θελήματος σαρκὸς συνισταμένη, ἐν ᾗ καὶ ῥύσις, καὶ ἡ μεταβολὴ καὶ ἡ κατ' ὀλίγον προστελλεῖσις, καὶ ὅσα ἄλλα περὶ ταύτην θεωρεῖται τὴν γέννησιν; Ἡ δὲ ἑτέρα ἐκ τοῦ Θεοῦ καὶ οὐράνιος, καὶ καθὼς φησι τὸ Εὐαγγέλιον, ἄνωθεν εἶναι πεπιστευμένη, ἥτις τὰ σαρκὸς καὶ αἵματος οὐ παραδέχεται πάθη. Ἡ τολμησάτωσαν οἱ ἐναντίοι τῶν δύο τὸ ἕτερον ἀποφηνάσθαι, ἢ μὴ εἶναι τὴν ἄνωθεν γέννησιν, ἢ διὰ πάθους εἶναι. Ἄλλὰ μὴν καὶ εἶναι συνιένθαι, καὶ τὸ πάθος ἐπ' αὐτῆς οὐχ εὑρίσκουσιν· οὐκοῦν οὐ πάσᾳ γέννησις τῷ πάθει συμπεφύκεν· ἀλλ' ἐμπάθῃ μὲν ἡ ὕλη, καθαρὰ δὲ πάθους ἡ ἄλιος. Τίς οὖν ἡ ἀνάγκη τὰ σαρκὸς ἴδια τῇ ἀκράτῳ τοῦ Υἱοῦ γεννήσει προστρέβειν, καὶ διὰ τοῦ κυριεύειν τὴν κάτω γέννησιν τῇ ἀσχίμῳ φυσιολογίᾳ τῆς πατρικῆς οἰκειότητος τὸν Υἱὸν ἀποκλείειν; Εἰ δὲ καὶ ἐφ' ἡμῶν γέννησις μὲν ἐκατέρας καθιεῖται ζωῆς· ἀλλ' ἡ μὲν διὰ σαρκός, ἐμπάθως, ἡ δὲ πνευματική, καθαρὰς· καὶ οὐχ ἂν τις ἀντεῖποι τῷ λόγῳ τῶν ὁπωσοῦν ἐν Χριστιανοῖς ἀριθμουμένων, πῶς ἐστιν ἐπὶ τῆς ἀκράτου φύσεως γέννησιν ἐνοήσαντα πάθος ὑπολογίζεσθαι.