Ancient Greek
327.39 to 327.51
Gregorius Nyssenus Theol., Contra Eunomium 327.39-51
Unproofread scanNot analysed yet
Ἐτι δὲ καὶ τοῦτο τοῖς εἰρημένοις προσεξετάσωμεν. Εἰ διὰ τὸ περὶ τὴν σάρκα πάθος ἀπιστοῦσι τῇ ἀπαθείᾳ τῆς θείας γεννήσεως, ἐκ τῶν αὐτῶν ὑποδειγμάτων, τῶν ἐν ἡμῖν λέγω, μῆτε δημιουργὸν ἀποθῆ τὸν Θεὸν πιστεύεσθαι. Εἰ γὰρ πρὸς τὰ ἡμέτερα τοῦ Θεοῦ κρίνουσιν, οὔτε γεννᾶν τὸν Θεὸν οὔτε κτίζειν ὁμολογήσουσι· τοῦτον γὰρ οὐδ' ἕτερον ἐν ἡμῖν ἐνεργεῖται [διὰ πόνου καὶ ὕλης (α)]. Ἡ οὖν ἀμφοτέρα τῆς θείας φύσεως χωριζέτωσαν, τὴν κτίσιν τε καὶ τὴν γέννησιν· ἵνα δι' ἐκατέρων τῷ Θεῷ τὴν ἀπάθειαν φυλάξωσι, καὶ καθόλου τὴν εἰς τὸν Μονογενῆ πίστιν ἐκ τοῦ δόγματος αὐτῶν ἐκβαλέτωσαν, ὡς ἂν ἔξω πάθους ὁ Πατὴρ φυλάσσοιτο, μῆτε ἐν τῷ γεννᾶν μελυνόμενος· ἢ εἰς τὸ ἕτερον ἀπαθὲς ἐνεργεῖσθαι συγχωρῶσι παρὰ τῆς θείας δυνάμεως, μῆτε περὶ τοῦ ἄλλου ζυγομα-