Ancient Greek
342.2
Gregorius Nyssenus Theol., Contra Eunomium 342.2
Unproofread scanNot analysed yet
Τούτων δὲ ἡμῖν οὕτως διευκρινηθέντων, κατανοήσωμεν καὶ ἐπὶ λογογράφου, πῶς παρηλλάχθαι λέγει τὰς οὐσίας ἀλλήλων ἐπὶ τοῦ Πατρὸς τε καὶ Υἱοῦ. Τί τοῦτο λέγων; Ἄρ' ὡς τοῦ Πατρὸς μὲν ἄντος κατὰ φύσιν, τοῦ δὲ Υἱοῦ παρηλλαγμένου τῆς φύσεως. Ἡ τὴν τῆς ἀρετῆς παρατροπὴν τῷ ῥήματι τούτῳ διεργανεύει, χωρίζων τῷ τῆς παραλλαγῆς ὀνόματι τὸ κακὸν ἀπὸ τοῦ κρείττονος, ὡς ταύτην μὲν ἐν τῷ καλῷ τὴν οὐσίαν βλέπειν, ἐν δὲ τῷ ἐναντίῳ τὴν ἄλλην; ἢ κατὰ τὸν λόγον τῆς τῶν στοιχείων ἐναντιώσεως, καὶ τὴν θείαν οὐσίαν παρηλλάχθαι τὴν ἑτέραν ἐκ τῆς ἑτέρας διςχωρίζεται; ἢ ὡς ἔχει πρὸς εἰρήνην ὁ πόλεμος, καὶ πρὸς θάνατον ἡ ζωή, καὶ τὴν πρὸς τὰ τοιαῦτα πάντα τούτων τρόπον μάχην ἐνορᾷ ταῖς οὐσίαις; Ὡς μὴ ἂν αὐτὰς μετ' ἀλλήλων συμβῆναι· τῷ τὴν μίξιν τῶν ἐναντίων δαπανητικὴν κατὰ τῶν μιγνυμένων ἔχειν τὴν δύναμιν. Καθὼς φησι περὶ τοῦ τοιούτου δόγματος ἡ παροιμιώδης Σοφία, ὅτι· ὕδωρ καὶ πῦρ οὐ μὴ εἰπωσιν, Ἀρχεῖ τὴν ἰσοπαλίαν τε καὶ ἰσοστάσιον τῶν ἐναντίων φύσιν, καὶ τὴν κατ' ἀλλήλων φθορὰν διὰ τοῦ αἰνιττομένου λέμματος· κατ' οὐδὲν τούτων εἶναι λέγει τὴν ἐν ταῖς οὐσίαις ἐκείναις παραλλαγὴν καθορᾶν; Οὐκοῦν εἴπατόν τὸ παρὰ ταῦτα νοούμενον. Ἄλλ' οὐχ ἂν εἰπεῖν ἔχοι· κἂν δὲ συνήθῃ λέγει· ὅτι ὁ Υἱὸς πρὸς τὸν γεγεννηκότα παρηλλάκται. Τοῦτο γὰρ μᾶλλον ἢ ἀτοπία τῶν παρ' αὐτοῦ λεγομένων ἐλέγχεται· τί γὰρ οὕτω προσφῶς τε καὶ ἀρμόδιως ἄλλη ἄλλο ἐμψύχεται τε καὶ ἐναρμόζεται, ὡς ἢ σχετικὴ πρὸς τὸν Πατέρα τοῦ Υἱοῦ σημασία; Ἀποδείξει δὲ τούτου, ὅτι· κἂν μὴ τὰ δύο ῥηθῇ ταῦτα ὀνόματα, τῷ ἐνὶ καὶ τῷ παρατεθεῖν συσσημαίνεται· οὕτως ἔχεται· καὶ ἐνήμεροισιν τῷ ἑτέρῳ τὸ ἕτερον, καὶ ἐν τῷ ἐνὶ καθορᾶται ἀμφότερα, ὡς μὴ ἂν ἐφ' ἑαυτοῦ νοηθῆναι τούτων τι χωρὶς τοῦ ἄλλου. Τὸ δὲ παρηλλαγμένον, τῷ ἀρμόζοντι πάντως ἐξ ἐναντίου καὶ νοεῖται καὶ λέγεται. Οἷον ἡ σπάρτος πρὸς τὴν εὐθείαν ἀρμόδιως ἔχει· τὸ δὲ σκολιὸν τῷ εὐθεῖ παρατιθέμενον, οὐχ ἀρμόζει· καὶ τοῖς μουσικοῖς σύνθες τὴν συμφωνίαν τῶν τόνων ἀρμονίαν προσαγορεύειν, ἀνάρμοστον δὲ τὸ ἐκτροπὸν τε καὶ ἀπρόσχορον. Οὐκοῦν ταῦτόν ἐστι παρηλλαγμένον τε εἰπεῖν καὶ ἀνάρμοστον. Εἰ οὖν παρίσταται κατὰ τὸν τῆς αἰρέσεως λόγον πρὸς τὴν τοῦ Πατρὸς οὐσίαν, ἢ τοῦ μονογενοῦς Θεοῦ φύσις, οὐδὲ ἀρμόζεται πάντως· τὸ δὲ ἀνάρμοστον οὐχ ἂν γένηται ἐν ἐκείνοις ᾧ ἐναρμοσθήναι οὐ δύναται. Ἄσπερ γὰρ μίας οὐσίας μορφῆς, ἐπὶ τε τοῦ χηροῦ καὶ τῆς ἐν τῇ σφενδόνῃ γλυφίδος, ὅταν ἐντεθῇ πάλιν τῇ σφενδόνῃ, ὁ ἐκτυπωθεὶς παρὰ ταύτης κηρὸς ἐναρμόζει τὸν περὶ ἑαυτὸν χαρακτῆρα τῇ περιέχοντι τοὺς ἰδίους καταλαμβάνων τύπους ἐν τῷ χαράγματι, πρὸς τε τὰ κοῖλα διαδυόμενος, καὶ τὰς ἐξοχὰς τῆς γλυφίδος ἰδίως ἀναδεχόμενος τύπους. Εἰ δὲ ξένος τις καὶ ἄλλότριος τύπος ἐντεθεῖν τῇ γλυφῇ τῆς σφενδόνης, τραχύνει καὶ συγχέει τὴν ἰδίαν μορφὴν τοῖς ἀνοικείοις