Ancient Greek
343.1
Gregorius Nyssenus Theol., Contra Eunomium 343.1
Unproofread scanNot analysed yet
Δ χαραγμασι περιγλύφων τὸ εἶδος. Ἄλλα μὴν ὁ ἐν τῇ μορφῇ τοῦ Θεοῦ ὑπάρχων, οὐκ ἄλλην τινὶ χαρακτήρι παρὰ τὸν Πατέρα μεμόρφωται, χαρακτήρ ὤν τῆς τοῦ Πατρὸς ὑποστάσεως· ἡ δὲ μορφὴ τοῦ Θεοῦ ταύτῃ τῇ οὐσίᾳ πάντως ἐστίν. Ὡς γὰρ ἐν τῇ μορφῇ τοῦ δούλου γενομένου, τῇ οὐσίᾳ τοῦ δούλου ἐνεμορφώθη, οὐ ψιλὴν ἀναλαβὼν ἐφ’ ἑαυτὸν τὴν μορφὴν, οὐδὲ τῆς οὐσίας διεζευγμένην· ἀλλ’ ἡ οὐσία τῇ μορφῇ συσχηματίζεται· οὕτως πάντως καὶ ὁ εἰπὼν αὐτὸν ἐν μορφῇ Θεοῦ εἶναι, τὴν οὐσίαν διὰ τῆς μορφῆς ἐνδείξατο. Εἰ οὖν ἐν τῇ μορφῇ τοῦ Θεοῦ ἐστι καὶ ἐν τῷ Πατρὶ ὤν ἐσφράγισται τῇ πατρικῇ δόξῃ, καθὼς φησιν ἡ τοῦ Εὐαγγελίου φωνὴ ἡ λέγουσα· Τοῦτον ὁ Πατὴρ ἐσφράγισεν ὁ Θεός· διὰ καὶ ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα· ἡ τῆς ἀγαθότητος εἰκών, καὶ τὸ τῆς δόξης ἀπαύγασμα, καὶ πάντα ὅσα τοιαῦτα, τὸ μὴ ἀναρμόστως ἔχειν τοῦ Υἱοῦ τὴν οὐσίαν πρὸς τὸν Πατέρα μαρτυρεῖ.