Ancient Greek
348.2
Gregorius Nyssenus Theol., Contra Eunomium 348.2
Unproofread scanNot analysed yet
Καὶ ὅτι οὐκ ἔχω τι τοῦ εἰκότου παραστράχωμαι, B ἀξιόπιστον τοῦ λόγου παραστήσωμαι μάρτυρα, τὴν μέχρι τοῦ νῦν ἐπικρατοῦσαν ἐν τοῖς Ἕλλησι πλάνην. Ἐπειδή γὰρ ἀπαίδευτοι καὶ μικροφρεῖ διανοία πρὸς τὰ τῆς κτίσεως κάλλη θαυμαστικῶς διετέθησαν, οὐ χειραγωγῶ τὴν καὶ ὀδηγῶ τῷ θαύματι τῶν φαινομένων πρὸς τὴν τοῦ ὑπερκειμένου κάλλους κατανόησιν συγχρησάμενοι· ἀλλὰ μέχρι τῶν καταλαμβανομένων ἔστησαν καυτῶν τὴν διάνοιαν, καὶ ἕκαστον τῆς κτίσεως μέρος ἰδιαζόντως ἐθαύμασαν. Διὰ τοῦτο οὐκ ἐν ἐνὶ τινι μόνῳ τῶν φαινομένων τὴν περὶ τὸ Θεῖον ὑπόληψιν ἔστησαν· ἀλλὰ πᾶν τὸ ἐν τῇ κτίσει βλεπόμενον, θεῖον ἐνόμισαν. Καὶ οὕτω τοῖς μὲν Αἰγυπτίοις περὶ τὰ νοερὰ πλεῖον ἐνεργηθείσης τῆς πλάνης, αἱ μυρίαι τῶν δαιμόνων μορφαὶ εἰς φύσεις θεῶν τριβημήθησαν. Τοῖς δὲ Βαβυλωνίοις ἡ ἀπλανὴς τοῦ πύλου περιφορά Θεὸς ἐνομίσθη, ἣν καὶ Βήλ ὠνόμασαν. Οὕτω δὲ καὶ τοὺς ἐφεξῆς ἐπτά, ἡ Ἕλληνικὴ μεταίωσις ἰδιαζόντως θεοποίησε, ἄλλον ἄλλοις κατὰ τινὰ τῆς ἀπάτης ἰδιαζόντα λόγον, ὑπέκρυψε. Πάντας γὰρ τούτους ἐν ἀλλήλοις ἀναστρεφομένους τοὺς κύκλους κατανοήσαντες, ἐπειδή περὶ τὸ ἀκρότατον ἐπλανήθησαν, δι’ ἀκολουθίου καὶ μέχρι τοῦ ἐσχάτου τὴν αὐτὴν πλάνην συνδιεψώσαντο. Καὶ πρὸς τοῦτοις αὐτὸν τε τὸν αἰθέρα, καὶ τὸν ὑποκειμένον ἄερα, τὴν τε γῆν καὶ τὴν θάλασσαν καὶ τὴν ὑποχθόνιον λήψιν, καὶ αὐτὴς δὲ τῆς γῆς ὅσα χρειοῦ καὶ ἀναγκαῖα πρὸς τὴν ἀνθρωπίνην ἐστι ζωήν, οὐδὲν ὅτι τῆς θείας ἀπόχληρον εἶναι φύσεως ἐδοξάτισαν. Ἄλλ’ ἕκαστῳ τούτων ὑπέκψαν, δι’ ἑνὸς τινὸς τῶν ἐν τῇ κτίσει προφαινομένων πᾶσιν ἐκαυτοῖς τοὺς ἐφεξῆς τῆς κτίσεως μορίους καταδουλώσαντες. Ὡς εἴγε καὶ ἐκείνοις ἀδέμιτον ἐξ ἀρχῆς κατεφάνη τὸ πρὸς τὴν κτίσιν βλέπειν, οὐκ ἂν εἰς τὴν πολυθεΐαν ταύτην ἀπάτην ἀπεπλανήθησαν. Ὡς ἂν οὖν μὴ ταῦτα πάθωμεν καὶ ἡμεῖς οἱ πρὸς τὴν ἀληθινὴν θεότητα βλέπειν παρὰ τῆς Γραφῆς διδασκόμενοι, πᾶν τὸ κτιστὸν ἐξω τῆς θείας φύσεως νοεῖν ἐπαιδεύθημεν, μόνην δὲ τὴν ἀκτίστον φύσιν λατρεύειν τε καὶ σέβασθαι, ἥς χαρακτὴρ ἐστι καὶ γνῶρισμα τὸ μήτε ἀρχεσθαι τοῦ εἶναι ποτε, μήτε παύεσθαι εἶναι. Οὕτως τοῦ μεγάλου