Ancient Greek
349.1
Gregorius Nyssenus Theol., Contra Eunomium 349.1
Unproofread scanNot analysed yet
Ἁσαίου διὰ τῆς ὑψηλῆς αὐτοῦ φωνῆς περὶ τῶν δογμάτων τούτων ὁμολογήσαντος, ὅς ἐκ τοῦ θείου προσώπου φησίν · Ἐγὼ πρῶτος, καὶ ἐγὼ μετὰ ταῦτα, καὶ ἐμπροσθέν μου θεὸς οὐκ ἐγένετο, καὶ μετ’ ἐμὲ θεὸς οὐκ ἔσται. Πάντων γὰρ μᾶλλον ἀκριβῶς εἰδὼς τὴν τῆς εὐαγγελικῆς εὐσεβείας μυστήριον ὁ μέγας εὐτος προφήτης, ὁ καὶ τὸ παράδοξον ἐκεῖνο τῆς Παρθένου μηνύσας, καὶ τοῦ Παθίδου τὴν γέννησιν εὐαγελισάμενος, καὶ τὸ τοῦ Υἱοῦ ὄνομα ἐκτενῶς σαφῶς παραστήσας· οὗτος τοίνυν ὁ πᾶσαν ἐμπεριελήφως διὰ τοῦ Πνεύματος ἐν ἑαυτῷ τὴν ἀλήθειαν, ὡς ἂν μάλιστα πᾶσι γένοιτο ὁρῆλος ὁ τῆς θείας φύσεως χαρακτήρ, δι’ οὗ τὸ ὄντως ὂν διακρίνειν ἀπὸ τοῦ γενομένου· τοῦτο φησιν ἐκ προσώπου τοῦ Θεοῦ, ὅτι Ἐγὼ εἰμὶ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, καὶ Ἐμπροσθέν ἐμοῦ Θεὸς οὐ γέγονε, καὶ μετ’ ἐμὲ οὐκ ἔσται. Ἐπεὶ οὖν οὔτε τὸ πρὸ τοῦ Θεοῦ, Θεός· οὔτε τὸ μετὰ τὸν Θεόν, Θεός· τὸ μὲν γὰρ μετὰ τὸν Θεόν, κτίσις· τὸ δὲ ὑπερκεινα τοῦ Θεοῦ, οὐδέν· τὸ δὲ οὐδέν, Θεὸς οὐκ ἔστιν· μᾶλλον δὲ τὸ ὑπερκεινα τοῦ Θεοῦ αὐτὸς ἐκεῖνος ἐν τῇ ἀδίῳ μακαριότητι πρὸς οὐδὲν ὁριζόμενος· ἐπεὶ οὖν ἡ φωνὴ αὕτη ἡ πνευματικὴ ἐν τῷ προφητικῷ στόματι λαληθεῖσα, δόγμα διὰ τούτου μανθάνομεν· ὅτι μία τις ἐστὶν ἡ θεία φύσις, συνεχὴς πρὸς ἑαυτὴν καὶ ἀδιώσπαστος, τὸ πρότερον καὶ ὕστερον ἐφ’ ἑαυτῆς οὐ προσιέμενη, κἂν ἐν Τριάδι κηρύσσῃται· οὔτε πρεσβύτερόν τι τῶν ἐν αὐτῇ θεωρουμένων, οὔτε μεταγενέστερον ἔχουσα. Ἐπεὶ οὖν Θεοῦ ἡ φωνή· ἐὰν τε τοῦ Πατρὸς ὅψις εἶναι τὸν λόγον, ἐὰν τε τοῦ Υἱοῦ, ἴσησις δι’ ἑκατέρου τὸ δόγμα τῆς εὐσεβείας κρατύνεται. Ἐὰν μὲν γὰρ ὁ Πατὴρ ταῦτα λέγῃ, μαρτυρεῖ τῷ Υἱῷ τὸ μὴ μετ’ αὐτὸν εἶναι. Εἰ γὰρ Θεὸς μὲν ὁ Υἱός, πᾶν δὲ μετὰ τὸν Πατέρα Θεὸς οὐκ ἔστι, δῆλον ὅτι ἐν τῷ Πατρὶ, καὶ μὴ μετὰ τὸν Πατέρα τὸν Υἱὸν εἶναι ὁ λόγος μαρτυρεῖται. Εἰτε τοῦ Υἱοῦ δοθὶ τις εἶναι τὴν φωνὴν ταύτην, τὸ, Οὐ γέγονεν ἐμπροσθέν μου· διδασκαλία σαφὴς ἔσται τῆς ἀρχῆς· ἀδιώστῃ συγκαταλαμβανόσθαι καὶ τὸν ἐν τῇ ἀρχῇ θεωρούμενον. Εἰ τις οὖν μετὰ τὸν Θεὸν ἐστι, κτῖσις· τοῦτο καὶ οὐ Θεὸς διὰ τῶν εἰρημένων εὐρίσκεται. Τὸ γὰρ μετ’ ἐμὲ ὅν, φησίν, Θεὸς οὐκ ἔστι. D