Ancient Greek
349.2
Gregorius Nyssenus Theol., Contra Eunomium 349.2
Unproofread scanNot analysed yet
Ταύτης τοίνυν προσεκτελέστες ἡμῖν τῆς περὶ τῶν ὄντων θεωρίας, καιρὸς ἐσὶ τὸν προκειμένον ἐξετάζειν λόγον. Οὐκοῦν εἴρηται μὲν παρὰ τοῦ Πέτρου πρὸς τοὺς Ἰουδαίους, ὅτι Κύριον αὐτὸν καὶ Χριστὸν ἐποίησεν ὁ Θεός, τοῦτον τὸν Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε. Λέγεται δὲ παρ’ ἡμῶν, οὐ πρὸς τὴν θείαν τοῦ Μονογενοῦς εὐσεβὲς εἶναι τὸ ἐποίησεν ἀνεφέρειν, ἀλλὰ πρὸς τὴν τοῦ δούλου μορφὴν τὴν κατὰ καιρὸν τῆς ἐν σαρκὶ παρουσίας οἰκονομικῶς γενομένην· οὐ δὲ πρὸς τοὐναντίον τὸν λόγον βιαζόμενοι, τὴν προαίωνιον τοῦ Υἱοῦ γέννησιν τῇ ἐποίησεν φωνῇ παρὰ τοῦ Ἀποστόλου διασημαίνεσθαι λέγουσι.