Ancient Greek
354.1 to 354.34
Gregorius Nyssenus Theol., Contra Eunomium 354.1-34
Unproofread scanNot analysed yet
πείρωι πολιτευθῆναι, σταυρὸν ἔνεγκεν, Ἰσὼν ἀ- A λεῖτώς τῷ φωτὶ τὸ φῶς. Τίς οὖν ὁ ἐπαισχυνόμε- νος τῷ σταυρῷ; ὁ καὶ μετὰ τὸ πάθος προσκυνοῦν Ἰσα Πατρὶ τὸν Υἱόν, ἢ ὁ καὶ πρὸ τοῦ πάθους ὑβριζων, οὐ μόνον τῇ πρὸς τὸν κτίσιν ὁμοιότητι, ἀλλὰ καὶ τῇ κατασκευάζειν τῆς ἐμπαιδίας αὐτὸν εἶναι φύσεως, μὴ ἀνελθόντα πρὸς τὴν τῶν παθημάτων πεῖραν, εἰ μὴ δεκτικὴν εἶχε τῶν τοιούτων τὴν φύσιν; Ἡμεῖς μὲν γὰρ καὶ τὸ σῶμα ὑπὸ τὸ πάθος ἔδεξάτο, τῇ θείᾳ φύσει κατακραθὲν, ἐκεῖνο πεισθῆναι φαμεν διὰ τῆς ἀνακράσεως, ὅπερ ἡ ἀναλαβοῦσα φύσις ἐστι. Τοσοῦτον ἀπέχον τού μικρόν τι περὶ τὸν μονογενῆ Θεὸν ἐννοεῖν, ὡς εἰ τι καὶ τῆς κάτω φύσεως διὰ τὴν φιλάνθρωπον προσληφθεῖς οἰκονομίαν, καὶ τοῦτο πιστεύειν μεταποιηθῆναι πρὸς τὸ θεῖόν τε καὶ ἀκήρατον· ὁ δὲ σημεῖον τῆς πρὸς τὸ ταπεινότη- ρον κατ’ οὐσίαν παραλλαγῆς τὸ περὶ τὸν σταυρὸν πάθος πεποίηται. Οὐκ οἶδα ὅπως τὴν ὑπερβάλλουσαν τῆς δυνάμεως ἐνέργειαν, καθ’ ἣν καὶ τοῦτο ἡδυνήθη, τεκμηρίον ἀσθενείας· ποιοῦμεν· οὐδὲ τοῦτο συνέχει, ὅτι οὐδὲν κατὰ τὴν ἑαυτοῦ φύσιν κινούμενον ὡς ἐπὶ παραδόξῳ θαυμάζεται· ἀλλ’ ὅσα τοὺς ὄρους ἐκβαίνει τῆς φύσεως, ταῦτα μάλιστα πάντων ἐν θαύματι γίνεται, καὶ πρὸς ταῦτα πᾶσα μὲν ἐπιστρέφεται ἀκοή, πᾶσα δὲ διάνοια τείνεται τὸ παράδοξον θαυμάζουσα. Διὸ καὶ πάντες οἱ τὸν λόγον χρησάμενοι, ἐν τούτῳ τὸ θαῦμα τοῦ μυστηρίου καταμηνύουσι, ὅτι Θεὸς ἐφανέρωθη ἐν σαρκί, ὅτι Ὁ Λόγος σάρξ ἐγένετο, ὅτι τὸ φῶς ἐν τῇ σκοτίᾳ ἐλαμψεν, ὅτι ἡ ζωὴ θανάτου ἐγεύσατο, καὶ πάντα τὰ τοιαῦτα βωβῶσι οἱ χήρυκες, δι’ ὧν πλεονάζεται τὸ θαῦμα τοῦ διὰ τῶν ἔξω τῆς φύσεως τὸ περὶ τὴν δύναμιν ἑαυτοῦ φανερώσαντος. Ἄλλὰ κἂν ἐκεῖνοι ὑβρίζειν διὰ ταῦτα δοκῇ, καὶ τῆς πρὸς τὸν Πατέρα ὁμοιότητος διὰ τὴν περὶ τὸν σταυρὸν οἰκονομίαν τὸν Υἱὸν ἀποχοινίζω- σιν· ἡμεῖς καθὼς παρέδωκαν ἡμῖν οἱ ἀπ’ ἀρχῆς