Ancient Greek
354.37 to 354.50
Gregorius Nyssenus Theol., Contra Eunomium 354.37-50
Unproofread scanNot analysed yet
αὐτοῦ καὶ ὑπὲρ αὐτοῦ τὸν λόγον γενόμενοι, διὰ τῶν ἀγίων Γραφῶν πεπιστευκότες ὅτι ὁ ἐν ἀρχῇ ὢν Θεός, μετὰ ταῦτα, καθὼς φησιν ὁ Βαρούχ, ἐπὶ τῆς τῆς ὥφθη, καὶ τοῖς ἀνθρώποις συναναστράφη, ἀντάλλαγμα τοῦ ἡμετέρου θανάτου γενόμενος, ἔλυσε διὰ τῆς ἰδίας ἀναστάσεως τὰ δεσμὰ τοῦ θανάτου, καὶ ῥωποποίησεν πάσῃ σαρκὶ δι’ ἑαυτοῦ τὴν ἀνάστασιν, ὁμοθρονὸς τε καὶ ὁμόδοξος ἐν τῷ ἰδίῳ Πατρὶ, κατ’ ἀξίαν τῶν βεβιωμένων, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως ποιήσει τὴν ψῆφον τοῖς κρινομένοις. Ταῦτα περὶ τὸν ἐσταυρωμένον ἡμεῖς πεπιστευκάμεν· καὶ διὰ τοῦτο ὑπερβαίνοντες κατὰ τὸ ἡμέτερον τῆς δυνάμεως μέτρον οὐκ ἀπολείπομεν· ὅτι οὐ μηδενὶ χωρητὸς διὰ τὴν ἀρραστον αὐτοῦ καὶ ἀπρόσιτον μεγαλειότητα, πλὴν ἑαυτῷ καὶ τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἀγίῳ, οὕτως καὶ πρὸς κοινωνίαν τῆς