Ancient Greek
358.2
Gregorius Nyssenus Theol., Contra Eunomium 358.2
Unproofread scanNot analysed yet
Ἄλλ’ οὐκ ἀδηλος τῶν εὐσεβούντων ἡ κρίσις. Ὁ γὰρ ἀκριβῶς ἐπιστάμενος τὴν διαφορὰν τοῦ κτιστοῦ πρὸς τὸ ἀκτίστον· ὧν ἡ παραλλαγή χωριότητι καὶ δουλείᾳ χαρακτηρίζεται· τοῦ μὲν ἀκτίστου Θεοῦ δεσπόζοντος ἐν τῇ δυναστείᾳ αὐτοῦ τοῦ αἰῶνος, καθὼς φησιν ὁ Προφήτης· πάντων δὲ τῶν ἐν τῇ κτίσει δουλευόντων κατὰ τὴν τοῦ αὐτοῦ προφήτου φωνήν, ἢ φησιν, ὅτι Τὰ σύμπαντα δοῦλά σοι· οὐ ταῦτα τοίνυν δι’ ἐπιμελείας κατανοήσας οὐκ ἀγνοεῖ πάντως τὸν ἐκ δουλείας εἰς δουλείαν τὸν Μονογενῆ μετακιλζοντα. Εἰ γὰρ δουλεύει μὲν ἡ κτίσις πάσα κατὰ τὸν Παῦλον, κτιστὴ δὲ κατ’ Εὐνόμιον τοῦ Μονογενοῦς ἡ οὐσία, οὐ Δεσπότην καταμιχθῆναι δούλοις, ἀλλὰ δοῦλον ἐν δούλοις γενέσθαι διὰ τῶν δογμάτων οἱ ἐναντίοι πάντως κατασκευάσουσιν. Ἄλλὰ μὴν τὸ πρὸ τῆς ἐν σαρκὶ παρουσίας ἐν δούλου μορφῇ λέγειν εἶναι τὸν Κύριον, ἴσον ἐστὶ τῷ διαβάλλειν ἡμᾶς ὡς μέλανας τοὺς ἀστέρας, καὶ ζοφώδη τὸν ἥλιον, καὶ τὸν οὐρανὸν χθαμαλὸν, καὶ τὸ ὕδωρ ξηρόν, καὶ πάντα λέγοντας τὰ τοιαῦτα. Ὁ γὰρ οὐκ ἐξ ὧν ἀρχῆς τι κατασκευάζων, ἀλλὰ κατ’ ἰδίαν ὀρμὴν τῷ δοκοῦν ἀναπλάσσων, μηδὲ τῶν τοιούτων φειδόμεθω καθ’ ἡμῶν ἐγκλημάτων. Ἰσον γὰρ ἐστιν ὑπὲρ γε τούτων ἡμᾶς καὶ ὑπὲρ ἐκείνων εὐδύνασθαι, τῷ μηδὲν τούτων τὰς ἀρχὰς ἐκ τῶν ἡμετέρων ἔχειν. Ὁ γὰρ ἐν τῇ τοῦ Πατρὸς δόξῃ τὸν ἀληθινὸν Υἱὸν εἶναι διοριζόμενος, πῶς ἂν ἐν μορφῇ δούλου τὴν αἰώνιον τοῦ Μονογενοῦς δόξαν ὑβρίζει; Ἐπειδὴ τοίνυν δοκεῖ τῷ λογογράφῳ λέγειν κακῶς, φροντίζει δὲ τοῦ δοκεῖν εὐπρεπούς τὰς αἰτίας κατασκευάζειν, οὐδὲν περιτὸν ἂν εἴη καὶ ἄχρηστον τοῖς ἀσυστάτοις τῶν ἐγκλημάτων ἐναγωνιζέσθαι.