Ancient Greek
358.1
Gregorius Nyssenus Theol., Contra Eunomium 358.1
Unproofread scanNot analysed yet
Ὁ ἡμέτερος λόγος. Ὁ δὲ κατήγορος τί φησιν; Οὐ τὸν ἀκρεῖτόν τε καὶ ἀκτίστον τῷ διὰ κτίσεως γεγονότι, καὶ διὰ τοῦτο πρὸς κακίαν ἀλλοιωθέντι, καταμιχθῆναι· ἀλλὰ καὶ αὐτὸν κτιστὸν ὄντα πρὸς τὸ συγγενὲς ἐλθεῖν ἐκεῖνό τε καὶ ἀμφοτέρω, οὐκ ἐξ ὑπερεχούσης φύσεως διὰ φιλανθρωπίαν τὴν ταπεινωτέραν ὑποδύσθαι φύσιν, ἀλλ’ ὅπερ ἦν, τοῦτο γεγόνερον. Τῷ γὰρ γενικῷ τῆς προσήγορίας, ἐν κατὰ πάντων ἕστι τῶν ἐκ τοῦ μὴ ὄντος ὑποστάτων, τὸ τῆς κτίσεως ὄνομα· αἱ δὲ μερικαὶ τῶν ἐν τῇ κτίσει θεωρουμένων διαφοραὶ, ταῖς τῶν ἰδιωμάτων παραλαγαῖς, ἑτέρα τῆς ἑτέρας διεννόησαν. Ὡστε εἰ κτιστὸς μὲν ἐκεῖνος, κτιστὸς δὲ ἄνθρωπος, αὐτὸς εἰς ἑαυτὸν ἐκενώθη κατὰ τὴν Εὐνομίου φωνήν· καὶ οὐ πρὸς τὸ ταπεινὸν ἐκ τοῦ ὑπερέχοντος, ἀλλ’ ἐκ τοῦ ὁμοίου πρὸς τὸ ὁμοίουν μετεχώρησε, πλὴν τῆς κατὰ τὸ σῶμα καὶ τὸ ἀσώματον ἰδιότητος. Πρὸς τινὰ τοίνυν ἡ δικαία τῶν δικαζόντων ἐνεθήσεται ψῆφος; ἢ τῖς τοῖς ἐγκλήμασιν ἐκεῖνοις ὑπεύθυνος ἀναφανήσεται; Ὁ παρὰ τοῦ Θεοῦ τοῦ ἀκτίστου τὸν κτιστὸν σεσωσθαι λέγων, ἢ ὁ τῷ κτίσματι τῆς σωτηρίας ἡμῶν ἀνατιθεὶς τὴν αἰτίαν;