Ancient Greek
362.7
Gregorius Nyssenus Theol., Contra Eunomium 362.7
Unproofread scanNot analysed yet
Ἄλλ' αἰσθάνομαι πέρα τοῦ δέοντος ἐμφυλογωρήσας τῷ τόπῳ, τῆς ἀνάγκης τῶν νοημάτων πρὸς τὴν θεωρίαν ἡμᾶς ταύτην ἐξαναγκύσας, ἐπαναληπτέον δὲ τὴν ἀκολουθίαν τῶν ἐγκλημάτων, ὡς ἂν μηδὲν τῶν ἐπενεχθέντων ἡμῖν ἀναπολόγητον παραδράμωμεν. Καὶ πρῶτον, εἰ δοκεῖ, τοῦτο σκεψώμεθα, ὅπως ἡμᾶς αἰ-τιάται κοινὸν ἄνθρωπον τὴν τοῦ παντὸς σωτηρίαν ἐνηργηκέναι λέγειν. Τοῦτο γὰρ εἰ καὶ διὰ τῶν ἐξ-ηγησάμενων μετριῶς ἤδη προσποδδείκνυται, ἀλλ' ὡς ἂν διὰ πάντων ἐκκαθαρισθῇ τῶν ἐκ διαβολῆς κρινόντων ἡ ὑπόληψις, ἐν ὀλίγῳ πάλιν διαληψόμεθα. Ἡμεῖς τοσοῦτον ἀπέχομεν εἰς κοινὸν ἄνθρωπον τῆς μεγάλης καὶ ὑπὲρ λόγον χάριτος τὴν αἰτίαν ἀνάγειν, ὥστε κἂν εἰς Πέτρον καὶ Παῦλον, ἢ εἰς οὐράνιον ἄγγελον ἀναφέρη τις τὴν τοιαύτην εὐεργεσίαν, ἀνάδεμα λέ-γειν τοῦτον κατὰ τὸν Παύλου νόμον. Οὐδε γὰρ Παῦ-λος ἐσταυρώθη ὑπὲρ ἡμῶν, οὔτε εἰς ἀνθρώπινον ἐδα-